Thesauros Literature geography Geographiae Informatio

Geographiae Informatio

Geographiae Informatio Agathemerus
4.19 ἄλλως, ἀπὸ πόλεως εἰς πόλιν· ἀπὸ Ἀλεξανδρείας εἰς Ῥόδον στάδια ͵δχοʹ· εἰς Κνίδον στάδια ψʹ· εἰς Κῶ στάδια σʹ· εἰς Σάμον στάδια ωʹ· εἰς Χίον στάδια ψνʹ· εἰς Μυτιλήνην στάδια φκʹ· εἰς Τένεδον στάδια ϡνʹ· εἰς Σίγειον ρʹ· ἐπὶ τὸ στόμα Πόντου ͵βφʹ· ἐπὶ Κάραμβιν ͵βωʹ· εἰς στόμα Μαιώτιδος ͵βφʹ· ἐπὶ Τάναϊν ποταμὸν ͵βσʹ. Ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Τανάϊδος στάδια μύρια ͵ηχϟʹ.

[Τῶν νήσων ἀναμέτρησις]

5.20 Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ᾿ ἡμᾶς νήσων τὰς περιμέτρους, λαβόντες παρὰ Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρηʹ, πλάτος σταδίων ιϛʹ· ὁ δὲ καθ᾿ Ἡρακλείους στήλας πορθμὸς στενότατός ἐστι σταδίων πʹ. ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει νῆσοι Πιτυοῦσα ἡ μείζων καὶ οἰκουμένη σταδίων τʹ τὸ μῆκος, ἡ δὲ ἐλάττων σταδίων ρʹ. τῶν δὲ Γυμνησίων, ἃς Καρχηδόνιοι Βαλιαρίδας καλοῦσιν (οἱ γὰρ σφενδονῆται οὕτω καλοῦνται (οἱ) Βαλιαρεῖς), ἡ μείζων μῆκος ἔχει σταδίων ͵ασʹ, πλάτος σταδίων υʹ· ἡ ἐλάττων σταδίων τʹ. αἱ δὲ Στοιχάδες αἱ φερώνυμοι ἑξῆς ἐπ᾿ εὐθείας κεῖνται πρὸ τῶν Μασσαλιακῶν πόλεων· αἱ μὲν μείζους τρεῖς, δύο δὲ μικραὶ αὐτῆς ἐγγὺς Μασσαλίας. ἡ δὲ Σαρδὼ ἔχει σχῆμα ὡς ποδὸς ἴχνος, μεσόκοιλος· τὸ μῆκος ͵βσʹ. Κύρνος ἐγγὺς Σαρδοῦς, πολλῷ δὲ ἀγεννεστέρα, ἔλαττον ἢ ἥμισυ τῆς Σαρδοῦς μῆκος ἔχει. ἀφετήριον δ᾿ εἰς Σαρδὼ καὶ Κύρνον Ποπουλώνιον τῆς Τυρσηνίας· τὸ δὲ δίαρμα σταδίων ͵βσʹ. τῆς Σικελίας κατὰ Τιμοσθένην περίμετρος σταδίων ͵δψμʹ, σχῆμα τρίγωνον σκαληνοειδές. δίαρμα δ᾿ ἔχει ἀπὸ Πελώρου ἄκρου εἰς Ἰταλίαν σταδίων ιαʹ πορθμόν· πλευρὰ νήσου ἀπὸ Πελώρου εἰς Πάχυνον στάδια ͵ατξʹ· ἀπὸ Παχύνου εἰς Λιλύβαιον στάδια ͵αχʹ· κατὰ Τιμοσθένην ἀπὸ Λιλυβαίου εἰς Πελωριάδα στάδια αψʹ· ἀπὸ Λιλυβαίου διάπλους εἰς Ἀσπίδα τῆς Λιβύης ἐγγὺς στάδια ͵αχʹ.
5.21 Κέρκινα νῆσος μῆκος [σʹ], πλάτος οʹ, ὅπου δὲ στενοτάτη στάδια μʹ. ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θεήνης, ἣ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς. τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Κερκινῖτις γεφύρᾳ ζευχθεῖσα, μῆκος στάδια μʹ, πλάτος δὲ στάδια κεʹ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme