Thesauros Literature geography Geographiae Informatio

Geographiae Informatio

Geographiae Informatio Agathemerus
5.22 ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγῖτιν ὁ διάπλους στάδια χʹ, ὅσον τῆς μικρᾶς Σύρτιδος λέγεται τὸ στόμα. ἡ δὲ Μῆνιγξ μῆκος σταδίων σʹ, πλάτος σταδίων ρπʹ. μεγάλαι δ᾿ εἰσὶν περὶ αὐτὴν παλίρροιαι.
5.23 Κεφαλληνία νῆσος τετράπολις μῆκος σταδίων υʹ. εἰσὶ δὲ καὶ ἐν τῷ Ἀδρίᾳ νῆσοι παρὰ τὴν Ἰλλυρίδα, ὧν ἐπισημότεραι Ἴσση καὶ ἡ Μέλαινα Κόρκυρα καὶ Φάρος καὶ Μελίτη, ὧν ἀγνοῶ τὰς περιμέτρους.
5.24 Πελοποννήσου δὲ ὁ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια ͵εχκζʹ, χωρὶς δὲ τοῦ κατακολπίσαι ὁ περίπλους στάδια ͵δ. μῆκος δὲ ἀπὸ Μαλέας ἕως Αἰγίου στάδια ͵αυʹ. ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου, κόλποις μεγάλοις τεμνομένη. συνάγεται μὲν εἰς τὸν Κορινθίων Ἰσθμὸν, πλάτος σταδίων μʹ, ὑπὸ τοῦ Κορινθίου κόλπου καὶ [τοῦ] Σαρωνικοῦ· [ὁ δὲ Σαρωνικὸς κόλπος διήκει] ἐπὶ τὸ Σούνιον ἄκρον ἐξ εὐωνύμων [καὶ ἐπὶ τὸ Σκύλλαιον ἄκρον ἐκ δεξιῶν], ἔνθα πρόκειται νῆσος Καλαυρία Ποσειδῶνος ἱερά. Ἑξῆς δὲ ὁ Ἀργολικὸς κόλπος μέχρι Μαλέας ἄκρου, ὅ πολὺ προπέπτωκεν εἰς [τὸ] πέλαγος. (Εἶτα ὁ Ἑρμιονικὸς κόλπος.) Ἑξῆς δὲ μετὰ Μαλέαν Λακωνικὸς κόλπος ἕως Ταινάρου ἐκ δεξιῶν, ὅπερ ὀρίζει ἐξ εὐωνύμων τὸν Μεσσηνιακὸν κόλπον, οὗ ἐκ δεξιῶν Ἀκρίτας ἄκρα. εἶτα προπέπτωκεν ἄκρον Ἰχθὺς, καθ᾿ ὃν κεῖται Ζάκυνθος, καὶ ἕτερον ὁ Χελωνάτας· τελευταῖον δὲ ἄκρον Ἄραξος ἀντιπρόσωπον Ἀκαρνανίᾳ· μεθ᾿ ὃν ὁ Κορινθιακὸς ἀναχεῖται κόλπος, ζʹ σταδίων συγκλειόμενος στόματι κατὰ τὸ Ῥίον ἄκρον, ὅ ἔστι τῆς Πελοποννήσου, τὸ δ᾿ Ἀντίρριον Λοκρίδος. ἀπὸ Ταινάρου ἐπὶ Φυκοῦντα Λιβύης τὸ δίαρμα στάδια ͵γ.
5.25 Αἴγινα νῆσος προμήκης στάδια ρξʹ· ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς. Σαλαμὶς μῆκος στάδια οʹ· ἡ Κεία ρκʹ. τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος· διὸ μικρὰ λέγεται Σικελία. ἐκ δεξιῶν δὲ αἱ Σποράδες. ἡ δὲ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται· παρατείνει δὲ Βοιωτίαν, Φωκίδα, Λοκροὺς, ἐκ δὲ θατέρου ἐπί ποσὸν καὶ τὴn Ἀττικήν· ἔστι γὰρ μακρά, διὸ Μάκρις ὠνομάσθη, μῆκος σταδίων ͵αψʹ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme