Book 1
2.25
πρὸς μὲν οὖν Κράτητα μακροῦ λόγου δεῖ καὶ ἴσως οὐδὲν ὄντος πρὸς τὰ νῦν. Ἀριστάρχου δὲ τοῦτο μὲν ἐπαινῶμεν, διότι τὴν Κρατήτειον ἀφεὶς ὑπόθεσιν δεχομένην πολλὰς ἐνστάσεις περὶ τῆς καθʼ ἡμᾶς Αἰθιοπίας ὑπονοεῖ γεγονέναι τὸν λόγον· τὰ δʼ ἄλλα ἐπισκοπῶμεν. καὶ πρῶτον ὅτι καὶ αὐτὸς μικρολογεῖται μάτην περὶ τῆς γραφῆς. καὶ γὰρ ἂν ἑκατέρως γράφηται, δύναται ἐφαρμόττειν τοῖς νοήμασιν αὐτοῦ. τί γὰρ διαφέρει λέγειν ἢ οὕτως δύο εἰσὶ καθʼ ἡμᾶς Αἰθίοπες, οἱ μὲν πρὸς ἀνατολὰς οἱ δὲ πρὸς δύσεις, ἢ οὕτως καὶ γὰρ πρὸς ἀνατολὰς καὶ πρὸς δύσεις; ἔπειθʼ ὅτι ψευδοῦς προΐσταται δόγματος. φέρε γὰρ τὸν ποιητὴν ἀγνοεῖν μὲν τὸν ἰσθμόν, τῆς δὲ κατʼ Αἴγυπτον Αἰθιοπίας μεμνῆσθαι ὅταν φῇ Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται. πῶς οὖν; οὐ διχθὰ δεδαίαται οὕτως, ἀλλʼ ἀγνοῶν οὕτως εἴρηκεν ὁ ποιητής; πότερʼ οὐδʼ ἡ Αἴγυπτος, οὐδʼ οἱ Αἰγύπτιοι ἀπὸ τοῦ Δέλτα ἀρξάμενοι μέχρι πρὸς Συήνην ὑπὸ τοῦ Νείλου δίχα διῄρηνται οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δʼ ἀνιόντος; τί δʼ ἄλλο ἡ Αἴγυπτός ἐστι πλὴν ἡ ποταμία,post ποταμία· νῆσος. ἣν ἐπικλύζει τὸ ὕδωρ; αὕτη δʼ ἐφʼ ἑκάτερα τοῦ ποταμοῦ κεῖται πρὸς ἀνατολὴν καὶ δύσιν. ἀλλὰ μὴν ἡ Αἰθιοπία ἐπʼ εὐθείας ἐστὶ τῇ Αἰγύπτῳ καὶ παραπλησίως ἔχει πρός τε τὸν Νεῖλον καὶ τὴν ἄλλην φύσιν τῶν τόπων. καὶ γὰρ αὕτη στενή τέ ἐστι καὶ μακρὰ καὶ ἐπίκλυστος. τὰ δʼ ἔξω τῆς ἐπικλύστου ἔρημά τε καὶ ἄνυδρα καὶ σπανίως οἰκεῖσθαι δυνάμενα, τὰ μὲν πρὸς ἕω τὰ δὲ πρὸς δύσιν κεκλιμένα. πῶς οὖν οὐχὶ καὶ δίχα διῄρηται; ἢ τοῖς μὲν τὴν Ἀσίαν ἀπὸ τῆς Λιβύης διαιροῦσιν ἀξιόλογον τοῦθʼ ὅριον ἐφάνη ὁ Νεῖλος, μῆκος μὲν ἀνατείνων ἐπὶ τὴν μεσημβρίαν πλειόνων ἢ μυρίων σταδίων, πλάτος δέ, ὥστε καὶ νήσους ἀπολαμβάνειν μυριάνδρους, ὧν μεγίστη ἡ Μερόη τὸ βασίλειον καὶ μητρόπολις τῶν Αἰθιόπων, αὐτὴν δὲ τὴν Αἰθιοπίαν οὐχ ἱκανὸς ἦν διαιρεῖν δίχα; καὶ μὴν οἵ γε ἐπιτιμῶντες τοῖς τὰς ἠπείρους τῷ ποταμῷ διαιροῦσι τῶν ἐγκλημάτων τοῦτο μέγιστον προφέρουσιν αὐτοῖς, ὅτι τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν διασπῶσι καὶ ποιοῦσι τὸ μέν τι μέρος ἑκατέρας αὐτῶν Λιβυκόν, τὸ δʼ Ἀσιατικόν· ἢ εἰ μὴ βούλονται τοῦτο, ἢ οὐ διαιροῦσι τὰς ἠπείρους ἢ οὐ τῷ ποταμῷ.