Book 10
2.20
αἱ δὲ τῶν Ταφίων νῆσοι, πρότερον δὲ Τηλεβοῶν, ὧν ἦν καὶ ἡ Τάφος νῦν δὲ Ταφιὰς καλουμένη, χωρὶς ἦσαν τούτων οὐ τοῖς διαστήμασιν (ἐγγὺς γὰρ κεῖνται) ἀλλὰ ὑφʼ ἑτέροις ἡγεμόσι ταττόμεναι, Ταφίοις καὶ Τηλεβόαις· πρότερον μὲν οὖν Ἀμφιτρύων ἐπιστρατεύσας αὐτοῖς μετὰ Κεφάλου τοῦ Δηιονέως ἐξ Ἀθηνῶν φυγάδος, ἐκείνῳ τὴν ἀρχὴν παρέδωκεν αὐτῶν· ὁ δὲ ποιητὴς ὑπὸ Μέντῃ τετάχθαι φησὶ λῃστὰς καλῶν αὐτούς, καθάπερ καὶ τοὺς Τηλεβόας ἅπαντάς φασι. τὰ μὲν περὶ τὰς νήσους τὰς πρὸ τῆς Ἀκαρνανίας ταῦτα.