Book 10
2.24
εὐθὺς ἐπὶ τῆς Ἀκαρνανίας ὅτι μὲν αὐτὴν ὁ Λαέρτης καὶ οἱ Κεφαλλῆνες κατεκτήσαντο εἴρηται ἡμῖν, τίνων δὲ κατεχόντων πρότερον πολλοὶ μὲν εἰρήκασιν· οὐχ ὁμολογούμενα δὲ εἰπόντων ἐπιφανῆ δέ, ἀπολείπεταί τις λόγος ἡμῖν διαιτητικὸς περὶ αὐτῶν. φασὶ γὰρ τοὺς Ταφίους τε καὶ Τηλεβόας λεγομένους οἰκεῖν τὴν Ἀκαρνανίαν πρότερον, καὶ τὸν ἡγεμόνα αὐτῶν Κέφαλον τὸν κατασταθέντα ὑπὸ Ἀμφιτρύωνος κύριον τῶν περὶ τὴν Τάφον νήσων κυριεῦσαι καὶ ταύτης τῆς χώρας· ἐντεῦθεν δὲ καὶ τὸ ἀπὸ τοῦ Λευκάτα νομιζόμενον ἅλμα τούτῳ πρώτῳ προσμυθεύουσιν, ὡς προείρηται. ὁ δὲ ποιητὴς ὅτι μὲν ἦρχον οἱ Τάφιοι τῶν Ἀκαρνάνων πρὶν ἢ τοὺς Κεφαλλῆνας καὶ τὸν Λαέρτην ἐπελθεῖν οὐ λέγει, διότι δʼ ἦσαν φίλοι τοῖς Ἰθακησίοις λέγει, ὥστʼ ἢ οὐδʼ ὅλως ἐπῆρξαν τῶν τόπων κατʼ αὐτόν, ἢ ἑκόντες παρεχώρησαν ἢ καὶ σύνοικοι ἐγένοντο. φαίνονται δὲ καὶ ἐκ Λακεδαίμονός τινες ἐποικῆσαι τὴν Ἀκαρνανίαν, οἱ μετʼ Ἰκαρίου τοῦ Πηνελόπης πατρός· καὶ γὰρ τοῦτον καὶ τοὺς ἀδελφοὺς αὐτῆς ζῶντας παραδίδωσιν ὁ ποιητὴς κατὰ τὴν Ὀδύσσειαν οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα.Hom. Od. 2.52καὶ περὶ τῶν ἀδελφῶν ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαιHom. Od. 15.16οὔτε γὰρ ἐν Λακεδαίμονι πιθανὸν αὐτοὺς οἰκεῖν (οὐ γὰρ ἂν ὁ Τηλέμαχος παρὰ Μενελάῳ κατήγετο ἀφιγμένος ἐκεῖσε), οὔτʼ ἄλλην οἴκησιν παρειλήφαμεν αὐτῶν. φασὶ δὲ Τυνδάρεων καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἰκάριον ἐκπεσόντας ὑπὸ Ἱπποκόωντος τῆς οἰκείας ἐλθεῖν παρὰ Θέστιον τὸν τῶν Πλευρωνίων ἄρχοντα, καὶ συγκατακτήσασθαι τὴν πέραν τοῦ Ἀχελώου πολλὴν ἐπὶ μέρει· τὸν μὲν οὖν Τυνδάρεων ἐπανελθεῖν οἴκαδε γήμαντα Λήδαν τὴν τοῦ Θεστίου θυγατέρα, τὸν δʼ Ἰκάριον ὑπομεῖναι τῆς Ἀκαρνανίας ἔχοντα μέρος, καὶ τεκνοποιήσασθαι τήν τε Πηνελόπην ἐκ Πολυκάστης τῆς Λυγαίου θυγατρὸς καὶ τοὺς ἀδελφοὺς αὐτῆς. ἡμεῖς μὲν οὖν ἀπεδείξαμεν ἐν τῷ καταλόγῳ τῶν νεῶν καὶ τοὺς Ἀκαρνᾶνας καταριθμουμένους καὶ μετασχόντας τῆς ἐπὶ Ἴλιον στρατείας, ἐν οἷς κατωνομάζοντο οἵ τε τὴν ἀκτὴν οἰκοῦντες καὶ ἔτι οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο. οὔτε δʼ ἡ ἤπειρος Ἀκαρνανία ὠνομάζετό πω οὔθʼ ἡ ἀκτὴ Λευκάς.