Book 10
3.13
μάρτυρες δʼ οἱ ποιηταὶ τῶν τοιούτων ὑπονοιῶν· ὅ τε γὰρ Πίνδαρος ἐν τῷ διθυράμβῳ οὗ ἡ ἀρχή πρὶν μὲν εἷρπε σχοινοτένεια τʼ ἀοιδὰ διθυράμβων, μνησθεὶς τῶν περὶ τὸν Διόνυσον ὕμνων τῶν τε παλαιῶν καὶ τῶν ὕστερον, μεταβὰς ἀπὸ τούτων φησί σοὶ μὲν κατάρχειν, μᾶτερ μεγάλα, πάρα ῥόμβοι κυμβάλων, ἐν δὲ κεχλάδειν κρόταλʼ, αἰθομένα τε δᾲς ὑπὸ ξανθαῖσι πεύκαις, τὴν κοινωνίαν τῶν περὶ τὸν Διόνυσον ἀποδειχθέντων νομίμων παρὰ τοῖς Ἕλλησι καὶ τῶν παρὰ τοῖς Φρυξὶ περὶ τὴν μητέρα τῶν θεῶν συνοικειῶν ἀλλήλοις. Εὐριπίδης τε ἐν ταῖς Βάκχαις τὰ παραπλήσια ποιεῖ, τοῖς Φρυγίοις ἅμα καὶ τὰ Λύδια συμφέρων διὰ τὸ ὅμορον ἀλλʼ ὦ λιποῦσαι Τμῶλον, ἔρυμα Λυδίας, θίασος ἐμὸς γυναῖκες, ἃς ἐκ βαρβάρων ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί, αἴρεσθε τἀπιχώριʼ ἐν πόλει Φρυγῶν τύμπανα, Ῥέας τε μητρὸς ἐμά θʼ εὑρήματαEur. Ba. 55καὶ πάλιν ὦ μάκαρ, ὅστις εὐδαίμων τελετὰς θεῶν εἰδώς, βιοτὰν ἁγιστεύει. τά τε ματρὸς μεγάλας ὄργια Κυβέλας θεμιστεύων ἀνὰ θύρσον τε τινάσσων, κισσῷ τε στεφανωθεὶς Διόνυσον θεραπεύει. ἴτε Βάκχαι, ἴτε Βάκχαι, βρόμιον παῖδα θεὸν θεοῦ Διόνυσον κατάγουσαι Φρυγίων ἐξ ὀρέων Ἑλλάδος εἰς εὐρυχόρους ἀγυιάς.Eur. Ba. 72πάλιν δʼ ἐν τοῖς ἑξῆς καὶ τὰ Κρητικὰ συμπλέκει τούτοις ὦ θαλάμευμα Κουρήτων, ζάθεοί τε Κρήτας διογενέτορες ἔναυλοι, ἔνθα τρικόρυθες ἄντροις βυρσότονον κύκλωμα τόδε μοι Κορύβαντες εὗρον. ἀνὰ δὲ βακχεῖα συντόνῳ κέρασαν ἁδυβόᾳ Φρυγίων αὐλῶν πνεύματι, ματρός τε Ῥέας εἰς χέρα θῆκαν κτύπον εὐάσμασι Βακχᾶν, παρὰ δὲ μαινόμενοι Σάτυροι ματέρος ἐξανύσαντο Ῥέας. εἰς δὲ χορεύματα προσῆψαν τριετηρίδων, αἷς χαίρει Διόνυσος.Eur. Ba. 120καὶ ἐν Παλαμήδει φησὶν ὁ χορός Θύσαν Διονύσου κόραν, ὃς ἀνʼ Ἴδαν τέρπεται σὺν ματρὶ φίλᾳ τυμπάνων ἐπʼ ἰακχαῖς.Eur. fr. 586 (Nauck)