Book 10
1.9
ὑπέρκειται δὲ τῆς τῶν Χαλκιδέων πόλεως τὸ Λήλαντον καλούμενον πεδίον. ἐν δὲ τούτῳ θερμῶν τε ὑδάτων εἰσὶν ἐκβολαὶ πρὸς θεραπείαν νόσων εὐφυεῖς, οἷς ἐχρήσατο καὶ Σύλλας Κορνήλιος ὁ τῶν Ῥωμαίων ἡγεμών· καὶ μέταλλον δʼ ὑπῆρχε θαυμαστὸν χαλκοῦ καὶ σιδήρου κοινόν, ὅπερ οὐχ ἱστοροῦσιν ἀλλαχοῦ συμβαῖνον· νυνὶ μέντοι ἀμφότερα ἐκλέλοιπεν, ὥσπερ καὶ Ἀθήνησι τἀργυρεῖα. ἔστι δὲ καὶ ἅπασα μὲν ἡ Εὔβοια εὔσειστος, μάλιστα δʼ ἡ περὶ τὸν πορθμόν, καὶ δεχομένη πνευμάτων ὑποφοράς, καθάπερ καὶ ἡ Βοιωτία καὶ ἄλλοι τόποι, περὶ ὧν ἐμνήσθημεν διὰ πλειόνων πρότερον. ὑπὸ τοιοῦδε πάθους καὶ ἡ ὁμώνυμος τῇ νήσῳ πόλις καταποθῆναι λέγεται, ἧς μέμνηται καὶ Αἰσχύλος ἐν τῷ Ποντίῳ Γλαύκῳ Εὐβοΐδα καμπτὴν ἀμφὶ Κηναίου Διὸς ἀκτήν, κατʼ αὐτὸν τύμβον ἀθλίου Λίχα.Aesch. Fr. 30 (Nauck) Χαλκὶς δʼ ὁμωνύμως λέγεται καὶ ἐν Αἰτωλίᾳ Χαλκίδα τʼ ἀγχίαλον, Καλυδῶνά τε πετρήεσσαν,Hom. Il. 2.640 καὶ ἐν τῇ νῦν Ἠλείᾳ βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα πετρήεσσανHom. Od. 15.295οἱ περὶ Τηλέμαχον ἀπιόντες παρὰ Νέστορος εἰς τὴν οἰκείαν.