Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 11

6.3 ὁρῶντες γὰρ τοὺς φανερῶς μυθογράφους εὐδοκιμοῦντας ᾠήθησαν καὶ αὐτοὶ παρέξεσθαι τὴν γραφὴν ἡδεῖαν, ἐὰν ἐν ἱστορίας σχήματι λέγωσιν ἃ μηδέποτε μήτε εἶδον μήτε ἤκουσαν ἢ οὐ παρά γε ἰδόντων, σκοποῦντες δὲ αὐτὸ μόνον τοῦτο ὅ τι ἀκρόασιν ἡδεῖαν ἔχει καὶ θαυμαστήν. ῥᾷον δʼ ἄν τις Ἡσιόδῳ καὶ Ὁμήρῳ πιστεύσειεν ἡρωολογοῦσι καὶ τοῖς τραγικοῖς ποιηταῖς ἢ Κτησίᾳ τε καὶ Ἡροδότῳ καὶ Ἑλλανίκῳ καὶ ἄλλοις τοιούτοις.
6.4 οὐδὲ τοῖς περὶ Ἀλεξάνδρου δὲ συγγράψασινante ῥᾴδιον· οὐ ῥᾴδιον πιστεύειν τοῖς πολλοῖς· καὶ γὰρ οὗτοι ῥᾳδιουργοῦσι διά τε τὴν δόξαν τὴν Ἀλεξάνδρου καὶ διὰ τὸ τὴν στρατείαν πρὸς τὰς ἐσχατιὰς γεγονέναι τῆς Ἀσίας πόρρω ἀφʼ ἡμῶν· τὸ δὲ πόρρω δυσέλεγκτον. ἡ δὲ τῶν Ῥωμαίων ἐπικράτεια καὶ ἡ τῶν Παρθυαίων πλεῖόν τι προσεκκαλύπτει τῶν παραδεδομένων πρότερον· οἱ γὰρ περὶ ἐκείνων συγγράφοντες καὶ τὰ χωρία καὶ τὰ ἔθνη, ἐν οἷς αἱ πράξεις, πιστότερον λέγουσιν ἢ οἱ πρὸ αὐτῶν· μᾶλλον γὰρ κατωπτεύκασι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme