Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 12

3.27 ἐπὶ δὲ τῶν μὴ οὕτω σημειωδῶν ἢ μὴ τότε ἢ μὴ πρὸς τὴν ὑπόθεσιν τί ἄν τις μέμφοιτο; οἷον τὸν Τάναϊν διʼ οὐδὲν ἄλλο γνωριζόμενον ἢ διότι τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ὅριόν ἐστιν· ἀλλʼ οὔτε τὴν Ἀσίαν οὔτε τὴν Εὐρώπην ὠνόμαζόν πω οἱ τότε, οὐδὲ διῄρητο οὕτως εἰς τρεῖς ἠπείρους ἡ οἰκουμένη· ὠνόμασε γὰρ ἄν που διὰ τὸ λίαν σημειῶδες, ὡς καὶ τὴν Λιβύην καὶ τὸν λίβα τὸν ἀπὸ τῶν ἑσπερίων τῆς Λιβύης πνέοντα· τῶν δʼ ἠπείρων μήπω διωρισμένων οὐδὲ τοῦ Τανάιδος ἔδει καὶ τῆς μνήμης αὐτοῦ. πολλὰ δὲ καὶ ἀξιομνημόνευτα μέν, οὐχ ὑπέδραμε δέ· πολὺ γὰρ δὴ καὶ τὸ ἐπελευστικὸν εἶδος ἔν τε τοῖς λόγοις καὶ ἐν ταῖς πράξεσίν ἐστιν. ἐκ πάντων δὲ τούτων καὶ τῶν τοιούτων δῆλόν ἐστιν ὅτι μοχθηρῷ σημείῳ χρῆται πᾶς ὁ ἐκ τοῦ μὴ λέγεσθαί τι ὑπὸ τοῦ ποιητοῦ τὸ ἀγνοεῖσθαι ἐκεῖνο ὑπʼ αὐτοῦ τεκμαιρόμενος. καὶ δεῖ διὰ πλειόνων παραδειγμάτων ἐξελέγχειν αὐτὸ μοχθηρὸν ὄν· πολλῷ γὰρ αὐτῷ κέχρηνται πολλοί. ἀνακρουστέον οὖν αὐτοὺς προφέροντας τὰ τοιαῦτα, εἰ καὶ ταυτολογήσομενpost ταυτολογήσομεν· τὸν λόγον.· οἷον ἐπὶ τῶν ποταμῶν εἴ τις λέγοι τῷ μὴ ὠνομάσθαι ἀγνοεῖσθαι εὐήθη φήσομεν τὸν λόγον· ὅπου γε οὐδὲ Μέλητα τὸν παρὰ τὴν Σμύρναν ῥέοντα ὠνόμακε ποταμόν, τὴν ὑπὸ τῶν πλείστων λεγομένην αὐτοῦ πατρίδα, Ἕρμον ποταμὸν καὶ Ὕλλον ὀνομάζων, οὐδὲ Πακτωλὸν τὸν εἰς ταὐτὸ τούτοις ῥεῖθρον ἐμβάλλοντα, τὴν δʼ ἀρχὴν ἀπὸ τοῦ Τμώλου ἔχοντα οὗ μέμνηται· οὐδʼ αὐτὴν Σμύρναν λέγει, οὐδὲ τὰς ἄλλας τῶν Ἰώνων πόλεις καὶ τῶν Αἰολέων τὰς πλείστας, Μίλητον λέγωνpost λέγων· καὶ Σάμον καὶ Λέσβον καὶ Τένεδον, οὐδὲ Ληθαῖον τὸν παρὰ Μαγνησίαν ῥέοντα οὐδὲ δὴ Μαρσύαν τοὺς εἰς τὸν Μαίανδρον ἐκδιδόντας, ἐκεῖνον ὀνομάζων καὶ πρὸς τούτοις Ῥῆσόν θʼ Ἑπτάπορόν τε Κάρησόν τε Ῥοδίον τε,Hom. Il. 12.20 καὶ τοὺς ἄλλους, ὧν οἱ πλείους ὀχετῶν οὔκ εἰσι μείζους. πολλάς τε χώρας ὀνομάζων καὶ πόλεις τοτὲ μὲν καὶ τοὺς ποταμοὺς καὶ ὄρη συγκαταλέγει τοτὲ δʼ οὔ· τοὺς γοῦν κατὰ τὴν Αἰτωλίαν καὶ τὴν Ἀττικὴν οὐ λέγει οὐδʼ ἄλλους πλείους· ἔτι δὲ καὶ τῶν πόρρω μεμνημένος τῶν ἐγγὺς σφόδρα οὐ μέμνηται, οὐ δήπου ἀγνοῶν αὐτοὺς γνωρίμους τοῖς ἄλλοις ὄντας· οὐδὲ δὴ τοὺς ἐγγὺς ἐπίσης, ὧν τοὺς μὲν ὀνομάζει τοὺς δὲ οὔ, οἷον Λυκίους μὲν καὶ Σολύμους, Μιλύας δʼ οὔ, οὐδὲ Παμφύλους οὐδὲ Πισίδας· καὶ Παφλαγόνας μὲν καὶ Φρύγας καὶ Μυσούς, Μαριανδυνοὺς δʼ οὔ, οὐδὲ Θυνοὺς οὐδὲ Βιθυνοὺς οὐδὲ Βέβρυκας· Ἀμαζόνων τε μέμνηται, Λευκοσύρων δʼ οὔ, οὐδὲ Σύρων οὐδὲ Καππαδόκων οὐδὲ Λυκαόνων, Φοίνικας καὶ Αἰγυπτίους καὶ Αἰθίοπας θρυλῶν· καὶ Ἀλήιον μὲν πεδίον λέγει καὶ Ἀρίμους, τὸ δὲ ἔθνος ἐν ᾧ ταῦτα σιγᾷ. ὁ μὲν δὴ τοιοῦτος ἔλεγχος ψευδής ἐστιν, ὁ δʼ ἀληθής, ὅταν δείκνυται ψεῦδος λεγόμενόν τι. ἀλλʼ οὐδʼ ἐν τῷ τοιούτῳ κατορθῶν ἐδείχθη, ὅτε γε ἐθάρρησε πλάσματα λέγειν τοὺς ἀγαυοὺς ἱππημολγοὺς καὶ γαλακτοφάγους. τοσαῦτα καὶ πρὸς Ἀπολλόδωρον· ἐπάνειμι δὲ ἐπὶ τὴν ἑξῆς περιήγησιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme