Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 12

8.20 μεταξὺ δὲ τῆς Λαοδικείας καὶ τῶν Καρούρων ἱερὸν ἔστι Μηνὸς Κάρου καλούμενον τιμώμενον ἀξιολόγως. συνέστη δὲ καθʼ ἡμᾶς διδασκαλεῖον Ἡροφιλείων ἰατρῶν μέγα ὑπὸ Ζεύξιδος, καὶ μετὰ ταῦτα Ἀλεξάνδρου τοῦ Φιλαλήθους, καθάπερ ἐπὶ τῶν πατέρων τῶν ἡμετέρων ἐν Σμύρνῃ τὸ τῶν Ἐρασιστρατείων ὑπὸ Ἱκεσίου· νῦν δὲ οὐχ ὁμοίως ἔτι συμμένει.
8.21 λέγεται δέ τινα φῦλα Φρύγια οὐδαμοῦ δεικνύμενα, ὥσπερ οἱ Βερέκυντες. καὶ Ἀλκμὰν λέγει Φρύγιον ηὔλησε μέλος τὸ Κερβήσιον. καὶ βόθυνός τις λέγεται Κερβήσιος ἔχων ὀλεθρίους ἀποφοράς· ἀλλʼ οὗτός γε δείκνυται, οἱ δʼ ἄνθρωποι οὐκέθʼ οὕτω λέγονται. Αἰσχύλος δὲ συγχεῖ ἐν τῇ Νιόβῃ· φησὶ γὰρ ἐκείνη μνησθήσεσθαι τῶν περὶ Τάνταλον οἷς ἐν Ἰδαίῳ πάγῳ Διὸς πατρῴου βωμός ἐστιAesch. Fr. 162, 2 (Nauck) καὶ πάλιν Σίπυλον Ἰδαίαν ἀνὰ χθόνα.Aesch. Fr. 163 (Nauck) καὶ ὁ Τάνταλος λέγει σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδόν, Βερέκυντα χῶρον, ἔνθʼ Ἀδραστείας ἕδος Ἴδη τε μυκηθμοῖσι καὶ βρυχήμασι βρέμουσι μήλων, πᾶν τʼ ἐρέχθειον πέδον.Aesch. Fr. 158, 2 (Nauck)
← Previous 65 / 65

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme