Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 13

1.37 ὅ τε Πολίτης ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθώς, τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,Hom. Il. 2.792 μάταιος ἦν. καὶ γὰρ εἰ ἐπʼ ἀκροτάτῳ, ὅμως ἀπὸ πολὺ ἂν μείζονος ὕψους τῆς ἀκροπόλεως ἐσκόπευεν ἐξ ἴσου σχεδόν τι διαστήματος, μὴ δεόμενος μηδὲν τῆς ποδωκείας τοῦ ἀσφαλοῦς χάριν· πέντε γὰρ διέχει σταδίους ὁ νῦν δεικνύμενος τοῦ Αἰσυήτου τάφος κατὰ τὴν εἰς Ἀλεξάνδρειαν ὁδόν. οὐδʼ ἡ τοῦ Ἕκτορος δὲ περιδρομὴ ἡ περὶ τὴν πόλιν ἔχει τι εὔλογον· οὐ γάρ ἐστι περίδρομος ἡ νῦν διὰ τὴν συνεχῆ ῥάχιν· ἡ δὲ παλαιὰ ἔχει περιδρομήν.
1.38 οὐδὲν δʼ ἴχνος σώζεται τῆς ἀρχαίας πόλεως. εἰκότως· ἅτε γὰρ ἐκπεπορθημένων τῶν κύκλῳ πόλεων, οὐ τελέως δὲ κατεσπασμένων, ταύτης δʼ ἐκ βάθρων ἀνατετραμμένης, οἱ λίθοι πάντες εἰς τὴν ἐκείνων ἀνάληψιν μετηνέχθησαν. Ἀρχαιάνακτα γοῦν φασι τὸν Μιτυληναῖον ἐκ τῶν ἐκεῖθεν λίθων τὸ Σίγειον τειχίσαι. τοῦτο δὲ κατέσχον μὲν Ἀθηναῖοι Φρύνωνα τὸν ὀλυμπιονίκην πέμψαντες, Λεσβίων ἐπιδικαζομένων σχεδόν τι τῆς συμπάσης Τρῳάδος· ὧν δὴ καὶ κτίσματά εἰσιν αἱ πλεῖσται τῶν κατοικιῶν, αἱ μὲν συμμένουσαι καὶ νῦν αἱ δʼ ἠφανισμέναι. Πιττακὸς δʼ ὁ Μιτυληναῖος, εἷς τῶν ἑπτὰ σοφῶν λεγομένων, πλεύσας ἐπὶ τὸν Φρύνωνα στρατηγὸν διεπολέμει τέως διατιθεὶς καὶ πάσχων κακῶςpost κακῶς· ὅτε καὶ Ἀλκαῖός φησιν ὁ ποιητής, ἑαυτὸν ἔν τινι ἀγῶνι κακῶς φερόμενον τὰ ὅπλα ῥίψαντα φυγεῖν· λέγει δὲ πρός τινα κήρυκα κελεύσας ἀγγεῖλαι τοῖς ἐν οἴκῳ Ἀλκαῖος σόος Ἄρει ἔντεα δʼ * οὐκυτὸν ἁληκτορὶν ἐς Γλαυκωποῦ ἱερὸν ἀνεκρέμασαν Ἀττικοί, ὕστερον δʼ ἐκ μονομαχίας, προκαλεσαμένου τοῦ Φρύνωνος, ἁλιευτικὴν ἀναλαβὼν σκευὴν συνέδραμε, καὶ τῷ μὲν ἀμφιβλήστρῳ περιέβαλε τῇ τριαίνῃ δὲ καὶ τῷ ξιφιδίῳ ἔπειρε καὶ ἀνεῖλε. μένοντος δʼ ἔτι τοῦ πολέμου Περίανδρος διαιτητὴς αἱρεθεὶς ὑπὸ ἀμφοῖν ἔλυσε τὸν πόλεμον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme