Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 13

1.41 οὕτω μὲν δὴ λέγουσιν οἱ Ἰλιεῖς, Ὅμηρος δὲ ῥητῶς τὸν ἀφανισμὸν τῆς πόλεως εἴρηκεν ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρή.Hom. Il. 6.448 ἦ γὰρ καὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήνpost αἰπήν· βουλῇ καὶ μύθοισι.Hom. Od. 3.130 βουλῇ καὶ μύθοισι. πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷHom. Il. 12.15 καὶ τὰ τοιαῦτα δὲ τοῦ αὐτοῦ τίθενται τεκμήρια, οἷον ὅτι τῆς Ἀθηνᾶς τὸ ξόανον νῦν μὲν ἑστηκὸς ὁρᾶται, Ὅμηρος δὲ καθήμενον ἐμφαίνει· πέπλον γὰρ κελεύει θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν.post γούνασιν· ὡς καί, μή ποτε γούνασιν οἷσιν ἐφέζεσθαι φίλον υἱόν.Hom. Il. 6.92,Hom. Il. 6.273 ὡς καί, μή ποτε γούνασιν οἷσιν ἐφέζεσθαι φίλον υἱόν.Hom. Il. 9.455 βέλτιον γὰρ οὕτως ἢ ὡς τινὲς δέχονται ἀντὶ τοῦ παρὰ τοῖς γόνασι θεῖναι παρατιθέντες τὸ ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇHom. Od. 6.305 ἀντὶ τοῦ παρʼ ἐσχάρῃ. τίς γὰρ ἂν νοηθείη πέπλου ἀνάθεσις παρὰ τοῖς γόνασι; καὶ οἱ τὴν προσῳδίαν δὲ διαστρέφοντες, γουνάσιν ὡς θυιάσιν, ὁποτέρως ἂν δέξωνται, ἀπεραντολογοῦσιν, εἴθʼ ἱκετείας ἑρμηνεύοντες εἴτε φρένας. πολλὰ δὲ τῶν ἀρχαίων τῆς Ἀθηνᾶς ξοάνων καθήμενα δείκνυται, καθάπερ ἐν Φωκαίᾳ Μασσαλίᾳ Ῥώμῃ Χίῳ ἄλλαις πλείοσιν. ὁμολογοῦσι δὲ καὶ οἱ νεώτεροι τὸν ἀφανισμὸν τῆς πόλεως, ὧν ἔστι καὶ Λυκοῦργος ὁ ῥήτωρ· μνησθεὶς γὰρ τῆς Ἰλιέων πόλεως φησί τίς οὐκ ἀκήκοεν, ὡς ἅπαξ ὑπὸ τῶν Ἑλλήνων κατεσκάφθη, ἀοίκητον οὖσαν;Lyc. 34

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme