Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 13

1.43 πολυπίδακον δὲ τὴν Ἴδην ἰδίως οἴονται λέγεσθαι διὰ τὸ πλῆθος τῶν ἐξ αὐτῆς ῥεόντων ποταμῶν καθʼ ἃ μάλιστα ἡ Δαρδανικὴ ὑποπέπτωκεν αὐτῇ καὶ μέχρι Σκήψεως καὶ τὰ περὶ Ἴλιον. ἔμπειρος δʼ ὢν τῶν τόπων ὡς ἂν ἐπιχώριος ἀνὴρ ὁ Δημήτριος τοτὲ μὲν οὕτως λέγει περὶ αὐτῶν· ἔστι γὰρ λόφος τις τῆς Ἴδης Κότυλος· ὑπέρκειται δʼ οὗτος ἑκατόν που καὶ εἴκοσι σταδίοις Σκήψεως, ἐξ οὗ ὅ τε Σκάμανδρος ῥεῖ καὶ ὁ Γράνικος καὶ Αἴσηπος, οἱ μὲν πρὸς ἄρκτον καὶ τὴν Προποντίδα ἐκ πλειόνων πηγῶν συλλειβόμενοι, ὁ δὲ Σκάμανδρος ἐπὶ δύσιν ἐκ μιᾶς πηγῆς· πᾶσαι δʼ ἀλλήλαις πλησιάζουσιν ἐν εἴκοσι σταδίων περιεχόμεναι διαστήματι· πλεῖστον δʼ ἀφέστηκεν ἀπὸ τῆς ἀρχῆς τὸ τοῦ Αἰσήπου τέλος, σχεδόν τι καὶ πεντακοσίους σταδίους. παρέχει δὲ λόγον πῶς φησὶν ὁ ποιητής κρουνὼ δʼ ἵκανον καλλιρρόω, ἔνθα δὲ πηγαὶ δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος· ἡ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει,Hom. Il. 22.147 ὅ ἐστι θερμῷ· ἐπιφέρει δέ ἀμφὶ δὲ καπνὸς γίγνεται ἐξ αὐτῆς ὡσεὶ πυρός. ἡ δʼ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ ἢ χιόνι ψυχρῇ.Hom. Il. 22.149οὔτε γὰρ θερμὰ νῦν ἐν τῷ τόπῳ εὑρίσκεται, οὔθʼ ἡ τοῦ Σκαμάνδρου πηγὴ ἐνταῦθα ἀλλʼ ἐν τῷ ὄρει, καὶ μία, ἀλλʼ οὐ δύο. τὰ μὲν οὖν θερμὰ ἐκλελεῖφθαι εἰκός, τὸ δὲ ψυχρὸν κατὰ διάδυσιν ὑπεκρέον ἐκ τοῦ Σκαμάνδρου κατὰ τοῦτʼ ἀνατέλλειν τὸ χωρίον, ἢ καὶ διὰ τὸ πλησίον εἶναι τοῦ Σκαμάνδρου καὶ τοῦτο τὸ ὕδωρ λέγεσθαι τοῦ Σκαμάνδρου πηγήν· οὕτω γὰρ λέγονται πλείους πηγαὶ τοῦ αὐτοῦ ποταμοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme