Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 13

1.49 κάμψαντι δὲ τὸ Λεκτὸν ἐλλογιμώταται πόλεις τῶν Αἰολέων καὶ ὁ Ἀδραμυττηνὸς κόλπος ἐκδέχεται, ἐν ᾧ τοὺς πλείους τῶν Λελέγων κατοικίζων ὁ ποιητὴς φαίνεται καὶ τοὺς Κίλικας διττοὺς ὄντας. ἐνταῦθα δὲ καὶ ὁ τῶν Μιτυληναίων ἐστὶν αἰγιαλός, κώμας τινὰς ἔχων τῶν κατὰ τὴν ἤπειρον τῶν Μιτυληναίων. τὸν δὲ αὐτὸν κόλπον καὶ Ἰδαῖον λέγουσιν· ἡ γὰρ ἀπὸ τοῦ Λεκτοῦ ῥάχις ἀνατείνουσα πρὸς τὴν Ἴδην ὑπέρκειται τῶν πρώτων τοῦ κόλπου μερῶν, ἐν οἷς πρῶτον τοὺς Λέλεγας ἱδρυμένους ὁ ποιητὴς πεποίηκεν.
1.50 εἴρηται δὲ περὶ αὐτῶν καὶ πρότερον· καὶ νῦν δὲ προσληπτέον ὅτι Πήδασόν τινα λέγει πόλιν αὐτῶν ὑπὸ Ἄλτῃ τεταγμένην Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει, Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.Hom. Il. 21.86 καὶ νῦν ὁ τόπος δείκνυται τῆς πόλεως ἔρημος. γράφουσι δέ τινες οὐκ εὖ ὑπὸ Σατνιόεντι, ὡς ὑπὸ ὄρει Σατνιόεντι κειμένης τῆς πόλεως· οὐδὲν δʼ ἐστὶν ὄρος ἐνταῦθα Σατνιόεις προσαγορευόμενον, ἀλλὰ ποταμὸς ἐφʼ ᾧ ἵδρυται ἡ πόλις· νῦν δʼ ἐστὶν ἐρήμη. ὀνομάζει δὲ τὸν ποταμὸν ὁ ποιητής· Σάτνιονpost Σάτνιον· γὰρ οὔτασε δουρὶ Οἰνοπίδην, ὃν ἄρα νύμφη τέκε Νηὶς ἀμύμων οἴνοπι βουκολέοντι παρʼ ὄχθαις ΣατνιόεντοςHom. Il. 14.443 καὶ πάλιν ναῖε δὲ Σατνιόεντος ἐυρρείταο παρʼ ὄχθαις Πήδασον αἰπεινήν.Hom. Il. 6.34 Σατνιόεντα δʼ ὕστερον εἶπον, οἱ δὲ Σαφνιόεντα· ἔστι δὲ χείμαρρος μέγας· ἄξιον δὲ μνήμης πεποίηκεν ὀνομάζων ὁ ποιητὴς αὐτόν. οὗτοι δʼ οἱ τόποι συνεχεῖς εἰσι τῇ Δαρδανίᾳ καὶ τῇ Σκηψίᾳ, ὥσπερ ἄλλη τις Δαρδανία, ταπεινοτέρα δέ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme