Book 13
1.53
οἴεται δʼ ὁ Σκήψιος καὶ βασίλειον τοῦ Αἰνείου γεγονέναι τὴν Σκῆψιν, μέσην οὖσαν τῆς τε ὑπὸ τῷ Αἰνείᾳ καὶ Λυρνησσοῦ, εἰς ἣν φυγεῖν εἴρηται διωκόμενος ὑπὸ τοῦ Ἀχιλλέως· φησὶ γοῦν ὁ Ἀχιλλεύς ἢ οὐ μέμνῃ, ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι, κεῖθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν πέρσα, μεθορμηθείς.Hom. Il. 20.188 οὐχ ὁμολογεῖ δὲ τῷ περὶ τῶν ἀρχηγετῶν τῆς Σκήψεως λόγῳ τῷ λεχθέντι νῦν τὰ περὶ τοῦ Αἰνείου θρυλούμενα. περιγενέσθαι γὰρ δὴ τοῦτόν φασιν ἐκ τοῦ πολέμου διὰ τὴν πρὸς Πρίαμον δυσμένειαν· ἀεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ, οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκε,Hom. Il. 13.460 τοὺς δὲ συνάρχοντας Ἀντηνορίδας καὶ αὐτὸν τὸν Ἀντήνορα διὰ τὴν Μενελάου παρʼ αὐτῷ ξενίαν. Σοφοκλῆς γοῦν ἐν τῇ ἁλώσει τοῦ Ἰλίου παρδαλέαν φησὶ πρὸ τῆς θύρας τοῦ Ἀντήνορος προτεθῆναι σύμβολον τοῦ ἀπόρθητον ἐαθῆναι τὴν οἰκίαν. τὸν μὲν οὖν Ἀντήνορα καὶ τοὺς παῖδας μετὰ τῶν περιγενομένων Ἑνετῶν εἰς τὴν Θρᾴκην περισωθῆναι κἀκεῖθεν διαπεσεῖν εἰς τὴν λεγομένην κατὰ τὸν Ἀδρίαν Ἑνετικήν, τὸν δὲ Αἰνείαν μετʼ Ἀγχίσου τοῦ πατρὸς καὶ τοῦ παιδὸς Ἀσκανίου λαὸν ἀθροίσαντα πλεῦσαι· καὶ οἱ μὲν οἰκῆσαι περὶ τὸν Μακεδονικὸν Ὄλυμπον φασίν, οἱ δὲ περὶ Μαντίνειαν τῆς Ἀρκαδίας κτίσαι Καπύας, ἀπὸ Κάπυος θέμενον τοὔνομα τῷ πολίσματι, οἱ δʼ εἰς Αἴγεσταν κατᾶραι τῆς Σικελίας σὺν Ἐλύμῳ Τρωὶ καὶ Ἔρυκα καὶ Λιλύβαιον κατασχεῖν, καὶ ποταμοὺς περὶ Αἴγεσταν προσαγορεῦσαι Σκάμανδρον καὶ Σιμόεντα· ἔνθεν δʼ εἰς τὴν Λατίνην ἐλθόντα μεῖναι κατά τι λόγιον τὸ κελεῦον μένειν ὅπου ἂν τὴν τράπεζαν καταφάγῃ· συμβῆναι δὲ τῆς Λατίνης περὶ τὸ Λαουίνιον τοῦτο, ἄρτου μεγάλου τεθέντος ἀντὶ τραπέζης κατὰ ἀπορίαν καὶ ἅμα ἀναλωθέντος τοῖς ἐπʼ αὐτῷ κρέασιν. Ὅμηρος μέντοι συνηγορεῖν οὐδετέροις ἔοικεν, οὐδὲ τοῖς περὶ τῶν ἀρχηγετῶν τῆς Σκήψεως λεχθεῖσιν· ἐμφαίνει γὰρ μεμενηκότα τὸν Αἰνείαν ἐν τῇ Τροίᾳ καὶ διαδεδεγμένον τὴν ἀρχὴν καὶ παραδεδωκότα παισὶ παίδων τὴν διαδοχὴν αὐτῆς, ἠφανισμένου τοῦ τῶν Πριαμιδῶν γένους· ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων. νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.Hom. Il. 20.306 οὕτω δʼ οὐδʼ ἡ τοῦ Σκαμανδρίου διαδοχὴ σώζοιτʼ ἄν. πολὺ δὲ μᾶλλον τοῖς ἑτέροις διαφωνεῖ τοῖς μέχρι καὶ Ἰταλίας αὐτοῦ τὴν πλάνην λέγουσι καὶ αὐτόθι ποιοῦσι τὴν καταστροφὴν τοῦ βίου. τινὲς δὲ γράφουσιν Αἰνείαο γένος πάντεσσιν ἀνάξει, καὶ παῖδες παίδων, τοὺς Ῥωμαίους λέγοντες.