Book 13
1.59
ἡ μὲν τοίνυν ἐκλειφθεῖσα ὑπʼ αὐτῶν πόλις Πήδασος οὐκέτʼ ἐστίν, ἐν δὲ τῇ μεσογαίᾳ τῶν Ἁλικαρνασέων τὰ Πήδασα ὑπʼ αὐτῶν ὀνομασθέντα ἦν πόλις, καὶ νῦν ἡ χώρα Πηδασὶς λέγεται. φασὶ δʼ ἐν αὐτῇ καὶ ὀκτὼ πόλεις ᾠκίσθαι ὑπὸ τῶν Λελέγων πρότερον εὐανδρησάντων, ὥστε καὶ τῆς Καρίας κατασχεῖν τῆς μέχρι Μύνδου καὶ Βαργυλίων, καὶ τῆς Πισιδίας ἀποτεμέσθαι πολλήν. ὕστερον δʼ ἅμα τοῖς Καρσὶ στρατευόμενοι κατεμερίσθησαν εἰς ὅλην τὴν Ἑλλάδα καὶ ἠφανίσθη τὸ γένος, τῶν δʼ ὀκτὼ πόλεων τὰς ἓξ Μαύσωλος εἰς μίαν τὴν Ἁλικαρνασὸν συνήγαγεν, ὡς Καλλισθένης ἱστορεῖ· Συάγγελα δὲ καὶ Μύνδον διεφύλαξε. τοῖς δὲ Πηδασεῦσι τούτοις φησὶν Ἡρόδοτος ὅτε μέλλοι τι ἀνεπιτήδειον ἔσεσθαι καὶ τοῖς περιοίκοις, τὴν ἱέρειαν τῆς Ἀθηνᾶς πώγωνα ἴσχειν· τρὶς δὲ συμβῆναι τοῦτο αὐτοῖς. Πήδασον δὲ καὶ ἐν τῇ νῦν Στρατονικέων πολίχνιόν ἐστιν. ἐν ὅλῃ δὲ Καρίᾳ καὶ ἐν Μιλήτῳ Λελέγων τάφοι καὶ ἐρύματα καὶ ἴχνη κατοικιῶν δείκνυται.
1.60
μετὰ δὲ τοὺς Λέλεγας τὴν ἑξῆς παραλίαν ᾤκουν Κίλικες καθʼ Ὅμηρον, ἣν νῦν ἔχουσιν Ἀδραμυττηνοί τε καὶ Ἀταρνεῖται καὶ Πιταναῖοι μέχρι τῆς ἐκβολῆς τοῦ Καΐκου. διῄρηντο δʼ εἰς δύο δυναστείας οἱ Κίλικες, καθάπερ εἴπομεν, τήν τε ὑπὸ τῷ Ἠετίωνι καὶ τὴν ὑπὸ Μύνητι.