Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 13

4.5 αἱ δὲ Σάρδεις πόλις ἐστὶ μεγάλη, νεωτέρα μὲν τῶν Τρωικῶν ἀρχαία δʼ ὅμως, ἄκραν ἔχουσα εὐερκῆ· βασίλειον δʼ ὑπῆρξε τῶν Λυδῶν, οὓς ὁ ποιητὴς καλεῖ Μῄονας οἱ δʼ ὕστερον Μαίονας, οἱ μὲν τοὺς αὐτοὺς τοῖς Λυδοῖς οἱ δʼ ἑτέρους ἀποφαίνοντες· τοὺς δʼ αὐτοὺς ἄμεινόν ἐστι λέγειν. ὑπέρκειται δὲ τῶν Σάρδεων ὁ Τμῶλος, εὔδαιμον ὄρος, ἐν τῇ ἀκρωρείᾳ σκοπὴν ἔχον, ἐξέδραν λευκοῦ λίθου, Περσῶν ἔργον, ἀφʼ οὗ κατοπτεύεται τὰ κύκλῳ πεδία καὶ μάλιστα τὸ Καϋστριανόν· περιοικοῦσι δὲ Λυδοὶ καὶ Μυσοὶ καὶ Μακεδόνες. ῥεῖ δʼ ὁ Πακτωλὸς ἀπὸ τοῦ Τμώλου, καταφέρων τὸ παλαιὸν ψῆγμα χρυσοῦ πολύ, ἀφʼ οὗ τὸν Κροίσου λεγόμενον πλοῦτον καὶ τῶν προγόνων αὐτοῦ διονομασθῆναί φασι· νῦν δʼ ἐκλέλοιπε τὸ ψῆγμα, ὡς εἴρηται. καταφέρεται δʼ ὁ Πακτωλὸς εἰς τὸν Ἕρμον, εἰς ὃν καὶ ὁ Ὕλλος ἐμβάλλει, Φρύγιος νυνὶ καλούμενος· συμπεσόντες δʼ οἱ τρεῖς καὶ ἄλλοι ἀσημότεροι σὺν αὐτοῖς εἰς τὴν κατὰ Φώκαιαν ἐκδιδόασι θάλατταν, ὡς Ἡρόδοτός φησιν. ἄρχεται δʼ ἐκ Μυσίας ὁ Ἕρμος, ἐξ ὄρους ἱεροῦ τῆς Δινδυμήνης, καὶ διὰ τῆς Κατακεκαυμένης εἰς τὴν Σαρδιανὴν φέρεται καὶ τὰ συνεχῆ πεδία μέχρι τῆς θαλάττης. ὑπόκειται δὲ τῇ πόλει τό τε Σαρδιανὸν πεδίον καὶ τὸ τοῦ Κύρου καὶ τὸ τοῦ Ἕρμου καὶ τὸ Καϋστριανόν, συνεχῆ τε ὄντα καὶ πάντων ἄριστα πεδίων. ἐν δὲ σταδίοις τετταράκοντα ἀπὸ τῆς πόλεως ἔστιν ἡ Γυγαία μὲν ὑπὸ τοῦ ποιητοῦ λεγομένη λίμνη, Κολόη δʼ ὕστερον μετονομασθεῖσα, ὅπου τὸ ἱερὸν τῆς Κολοηνῆς Ἀρτέμιδος μεγάλην ἁγιστείαν ἔχον. φασὶ δʼ ἐνταῦθα χορεύειν τοὺς καλάθους κατὰ τὰς ἑορτάς, οὐκ οἶδʼ ὅπως ποτὲ παραδοξολογοῦντες μᾶλλον ἢ ἀληθεύοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme