Book 13
4.15
μετὰ δὲ τὴν Ἱερὰν πόλιν τὰ πέραν τοῦ Μαιάνδρου. τὰ μὲν οὖν περὶ Λαοδίκειαν καὶ Ἀφροδισιάδα καὶ τὰ μέχρι Καρούρων εἴρηται· τὰ δʼ ἑξῆς ἐστι τὰ μὲν πρὸς δύσιν ἡ τῶν Ἀντιοχέων πόλις τῶν ἐπὶ Μαιάνδρῳ, τῆς Καρίας ἤδη· τὰ δὲ πρὸς νότον ἡ Κιβύρα ἐστὶν ἡ μεγάλη καὶ ἡ Σίνδα καὶ ἡ Καβαλὶς μέχρι τοῦ Ταύρου καὶ τῆς Λυκίας. ἡ μὲν οὖν Ἀντιόχεια μετρία πόλις ἐστὶν ἐπʼ αὐτῷ κειμένη τῷ Μαιάνδρῳ κατὰ τὸ πρὸς τῇ Φρυγίᾳ μέρος, ἐπέζευκται δὲ γέφυρα· χώραν δʼ ἔχει πολλὴν ἐφʼ ἑκάτερα τοῦ ποταμοῦ πᾶσαν εὐδαίμονα, πλείστην δὲ φέρει τὴν καλουμένην Ἀντιοχικὴν ἰσχάδα· τὴν δὲ αὐτὴν καὶ τρίφυλλον ὀνομάζουσιν· εὔσειστος δὲ καὶ οὗτός ἐστιν ὁ τόπος. σοφιστὴς δὲ παρὰ τούτοις ἔνδοξος γεγένηται Διοτρέφης, οὗ διήκουσεν Ὑβρέας ὁ καθʼ ἡμᾶς γενόμενος μέγιστος ῥήτωρ.
4.16
Σολύμους δʼ εἶναί φασι τοὺς Καβαλεῖς· τῆς γοῦν Τερμησσέων ἄκρας ὁ ὑπερκείμενος λόφος καλεῖται Σόλυμος, καὶ αὐτοὶ δὲ οἱ Τερμησσεῖς Σόλυμοι καλοῦνται. πλησίον δʼ ἐστὶ καὶ ὁ Βελλεροφόντου χάραξ καὶ ὁ Πεισάνδρου τάφος τοῦ υἱοῦ αὐτοῦ πεσόντος ἐν τῇ πρὸς Σολύμους μάχῃ. ταῦτα δὲ καὶ τοῖς ὑπὸ τοῦ ποιητοῦ λεγομένοις ὁμολογεῖται· περὶ μὲν γὰρ τοῦ Βελλεροφόντου φησὶν οὕτως δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι.Hom. Il. 6.184 περὶ δὲ τοῦ παιδὸς αὐτοῦ Πείσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο μαρνάμενον Σολύμοισι κατέκτανεν.Hom. Il. 6.203 ἡ δὲ Τερμησσός ἐστι Πισιδικὴ πόλις ἡ μάλιστα καὶ ἔγγιστα ὑπερκειμένη τῆς Κιβύρας.