Book 13
1.8
τότε μὲν οὖν τοιαῦτα ὑπῆρχεν, ὕστερον δὲ ἠκολούθησαν μεταβολαὶ παντοῖαι. τὰ μὲν γὰρ περὶ Κύζικον Φρύγες ἐπῴκησαν ἕως Πρακτίου, τὰ δὲ περὶ Ἄβυδον Θρᾷκες· ἔτι δὲ πρότερον τούτων ἀμφοῖν Βέβρυκες καὶ Δρύοπες· τὰ δʼ ἑξῆς Τρῆρες, καὶ οὗτοι Θρᾷκες· τὸ δὲ Θήβης πεδίον Λυδοί, οἱ τότε Μῄονες, καὶ Μυσῶν οἱ περιγενόμενοι τῶν ὑπὸ Τηλέφῳ πρότερον καὶ Τεύθραντι. οὕτω δὴ τοῦ ποιητοῦ τὴν Αἰολίδα καὶ τὴν Τροίαν εἰς ἓν συντιθέντος, καὶ τῶν Αἰολέων τὴν ἀπὸ τοῦ Ἕρμου πᾶσαν μέχρι τῆς κατὰ Κύζικον παραλίας κατασχόντων καὶ πόλεις κτισάντων, οὐδʼ ἂν ἡμεῖς ἀτόπως περιοδεύσαιμεν, εἰς ταὐτὸ συντιθέντες τήν τε Αἰολίδα νῦν ἰδίως λεγομένην τὴν ἀπὸ τοῦ Ἕρμου μέχρι Λεκτοῦ καὶ τὴν ἐφεξῆς μέχρι τοῦ Αἰσήπου. ἐν γὰρ τοῖς καθʼ ἕκαστα διακρινοῦμεν πάλιν, παρατιθέντες ἅμα τοῖς νῦν οὖσι τὰ ὑπὸ τοῦ ποιητοῦ καὶ τῶν ἄλλων λεγόμενα.
1.9
ἔστιν οὖν μετὰ τὴν τῶν Κυζικηνῶν πόλιν καὶ τὸν Αἴσηπον ἀρχὴ τῆς Τρῳάδος καθʼ Ὅμηρον. λέγει δʼ ἐκεῖνος μὲν οὕτω περὶ αὐτῆς οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης ἀφνειοί, πίνοντες ὕδωρ μέλαν Αἰσήποιο, Τρῶες· τῶν αὖθʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱός, Πάνδαρος.Hom. Il. 2.824 τούτους δὲ ἐκάλει καὶ Λυκίους· Ἀφνειοὺς δὲ ἀπὸ τῆς Ἀφνίτιδος νομίζουσι λίμνης· καὶ γὰρ οὕτω καλεῖται ἡ Δασκυλῖτις.