Book 13
1.10
ἡ μὲν δὴ Ζέλεια ἐν τῇ παρωρείᾳ τῇ ὑστάτῃ τῆς Ἴδης ἔστιν, ἀπέχουσα Κυζίκου μὲν σταδίους ἐνενήκοντα καὶ ἑκατόν, τῆς δʼ ἐγγυτάτω θαλάττης καθʼ ἣν ἐκδίδωσιν Αἴσηπος ὅσον ὀγδοήκοντα. ἐπιμερίζει δὲ συνεχῶς τὰ κατὰ τὴν μετὰ τὸν Αἴσηπον οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ, καὶ Πιτύαν εἶχον καὶ Τηρείης ὄρος αἰπύ, τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ, υἷε δύω Μέροπος Περκωσίου.Hom. Il. 2.828 ταῦτα δὲ τὰ χωρία τῇ Ζελείᾳ μὲν ὑποπέπτωκεν, ἔχουσι δὲ Κυζικηνοί τε καὶ Πριαπηνοὶ μέχρι καὶ τῆς παραλίας. περὶ μὲν οὖν τὴν Ζέλειαν ὁ Τάρσιος ἔστι ποταμός, εἴκοσιν ἔχων διαβάσεις τῇ αὐτῇ ὁδῷ, καθάπερ ὁ Ἑπτάπορος, ὅν φησιν ὁ ποιητήςpost ποιητής· ὁ δʼ ἐκ Νικομηδείας εἰς Νίκαιαν τέτταρας καὶ εἴκοσι, πολλοὺς δὲ καὶ ὁ ἐκ Φολόης ἐις τὴν Ἠλείαν Σκάρθων πέντε καὶ εἴκοσι, πολλοὺς δὲ καὶ ὁ ἐκ Κοσκινίων εἰς Ἀλάβανδα, πέντε δὲ καὶ ἑβδομήκοντα ὁ ἐκ Τυάνων εἰς Σόλους διὰ τοῦ Ταύρου..
1.11
ὑπὲρ δὲ τῆς ἐκβολῆς τοῦ Αἰσήπου σχεδόν τι σταδίοις κολωνὸς ἔστιν, ἐφʼ ᾧ τάφος δείκνυται Μέμνονος τοῦ Τιθωνοῦ· πλησίον δʼ ἔστι καὶ ἡ Μέμνονος κώμη. τοῦ δὲ Αἰσήπου καὶ τοῦ Πριάπου μεταξὺ ὁ Γράνικος ῥεῖ τὰ πολλὰ διʼ Ἀδραστείας πεδίου, ἐφʼ ᾧ Ἀλέξανδρος τοὺς Δαρείου σατράπας ἀνὰ κράτος ἐνίκησε συμβαλών, καὶ πᾶσαν τὴν ἐντὸς τοῦ Ταύρου καὶ τοῦ Εὐφράτου παρέλαβεν. ἐπὶ δὲ Γρανίκῳ πόλις ἦν Σιδήνη χώραν ἔχουσα πολλὴν ὁμώνυμον, κατέσπασται δὲ νῦν. ἐν δὲ τῇ μεθορίᾳ τῆς Κυζικηνῆς καὶ τῆς Πριαπηνῆς ἔστι τὰ Ἁρπάγια τόπος, ἐξ οὗ τὸν Γανυμήδην μυθεύουσιν ἡρπάχθαι· ἄλλοι δὲ περὶ Δαρδάνιον ἄκραν πλησίον Δαρδάνου.