Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 14

1.18 Ἀθηναῖοι δὲ πρότερον μὲν πέμψαντες στρατηγὸν Περικλέα καὶ σὺν αὐτῷ Σοφοκλέα τὸν ποιητὴν πολιορκίᾳ κακῶς διέθηκαν ἀπειθοῦντας τοὺς Σαμίους, ὕστερον δὲ καὶ κληρούχους ἔπεμψαν δισχιλίους ἐξ ἑαυτῶν, ὧν ἦν καὶ Νεοκλῆς ὁ Ἐπικούρου τοῦ φιλοσόφου πατήρ, γραμματοδιδάσκαλος, ὥς φασι· καὶ δὴ καὶ τραφῆναί φασιν ἐνθάδε καὶ ἐν Τέῳ καὶ ἐφηβεῦσαι Ἀθήνησι· γενέσθαι δʼ αὐτῷ συνέφηβον Μένανδρον τὸν κωμικόν· Σάμιος δʼ ἦν καὶ Κρεώφυλος, ὅν φασι δεξάμενον ξενίᾳ ποτὲ Ὅμηρον λαβεῖν δῶρον τὴν ἐπιγραφὴν τοῦ ποιήματος ὃ καλοῦσιν Οἰχαλίας ἅλωσιν. Καλλίμαχος δὲ τοὐναντίον ἐμφαίνει διʼ ἐπιγράμματός τινος, ὡς ἐκείνου μὲν ποιήσαντος λεγομένου δʼ Ὁμήρου διὰ τὴν λεγομένην ξενίαν τοῦ Σαμίου πόνος εἰμί, δόμῳ ποτὲ θεῖον Ὅμηρον δεξαμένου· κλείω δʼ Εὔρυτον ὅσσʼ ἔπαθεν, καὶ ξανθὴν Ἰόλειαν· Ὁμήρειον δὲ καλεῦμαι γράμμα· Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα. τινὲς δὲ διδάσκαλον Ὁμήρου τοῦτόν φασιν, οἱ δʼ οὐ τοῦτον ἀλλʼ Ἀριστέαν τὸν Προκοννήσιον.
1.19 παράκειται δὲ τῇ Σάμῳ νῆσος Ἰκαρία ἀφʼ ἧς τὸ Ἰκάριον πέλαγος. αὕτη δʼ ἐπώνυμός ἐστιν Ἰκάρου παιδὸς τοῦ Δαιδάλου, ὅν φασι τῷ πατρὶ κοινωνήσαντα τῆς φυγῆς, ἡνίκα ἀμφότεροι πτερωθέντες ἀπῆραν ἐκ Κρήτης, πεσεῖν ἐνθάδε μὴ κρατήσαντα τοῦ δρόμου· μετεωρισθέντι γὰρ πρὸς τὸν ἥλιον ἐπὶ πλέον περιρρυῆναι τὰ πτερὰ τακέντος τοῦ κηροῦ. τριακοσίων δʼ ἐστὶ τὴν περίμετρον σταδίων ἡ νῆσος ἅπασα καὶ ἀλίμενος πλὴν ὑφόρμων, ὧν ὁ κάλλιστος Ἱστοὶ λέγονται· ἄκρα δʼ ἐστὶν ἀνατείνουσα πρὸς ζέφυρον. ἔστι δὲ καὶ Ἀρτέμιδος ἱερὸν καλούμενον Ταυροπόλιον ἐν τῇ νήσῳ καὶ πολισμάτιον Οἰνόη, καὶ ἄλλο Δράκανον ὁμώνυμον τῇ ἄκρᾳ ἐφʼ ᾗ ἵδρυται, πρόσορμον ἔχον· ἡ δὲ ἄκρα διέχει τῆς Σαμίων ἄκρας τῆς Κανθαρίου καλουμένης ὀγδοήκοντα σταδίους, ὅπερ ἐστὶν ἐλάχιστον δίαρμα τὸ μεταξύ. νυνὶ μέντοι λιπανδροῦσαν Σάμιοι νέμονται τὰ πολλὰ βοσκημάτων χάριν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme