Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 14

1.28 ἐκτήσαντο δέ ποτε καὶ ναυτικὴν ἀξιόλογον δύναμιν Κολοφώνιοι καὶ ἱππικήν, ἐν ᾗ τοσοῦτον διέφερον τῶν ἄλλων ὥσθʼ, ὅπου ποτὲ ἐν τοῖς δυσκαταλύτοις πολέμοις τὸ ἱππικὸν τῶν Κολοφωνίων ἐπικουρήσειε, λύεσθαι τὸν πόλεμον· ἀφʼ οὗ καὶ τὴν παροιμίαν ἐκδοθῆναι τὴν λέγουσαν τὸν Κολοφῶνα ἐπέθηκεν ὅταν τέλος ἐπιτεθῇ βέβαιον τῷ πράγματι. ἄνδρες δʼ ἐγένοντο Κολοφώνιοι τῶν μνημονευομένων Μίμνερμος αὐλητὴς ἅμα καὶ ποιητὴς ἐλεγείας, καὶ Ξενοφάνης ὁ φυσικός, ὁ τοὺς σίλλους ποιήσας διὰ ποιημάτων· λέγει δὲ Πίνδαρος καὶ Πολύμναστόν τινα τῶν περὶ τὴν μουσικὴν ἐλλογίμων φθέγμα μὲν πάγκοινον ἔγνωκας ;Πολυμνάστου Κολοφωνίου ἀνδρός.Pind. Fr. 188 (Bergk) καὶ Ὅμηρον δέ τινες ἐντεῦθεν εἶναί φασιν. Εὐθυπλοίᾳ μὲν οὖν ἑβδομήκοντα στάδιοί εἰσιν ἐξ Ἐφέσου, ἐγκολπίζοντι δὲ ἑκατὸν καὶ εἴκοσι.
1.29 μετὰ δὲ Κολοφῶνα ὄρος Κοράκιον καὶ νησίον ἱερὸν Ἀρτέμιδος, εἰς ὃ διανηχομένας τίκτειν τὰς ἐλάφους πεπιστεύκασιν. εἶτα Λέβεδος διέχουσα Κολοφῶνος ἑκατὸν καὶ εἴκοσιν· ἐνταῦθα τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἡ σύνοδος καὶ κατοικία τῶν ἐν Ἰωνίᾳ μέχρι Ἑλλησπόντου, ἐν ᾗ πανήγυρίς τε καὶ ἀγῶνες κατʼ ἔτος συντελοῦνται τῷ Διονύσῳ. ἐν Τέῳ δὲ ᾤκουν πρότερον τῇ ἐφεξῆς πόλει τῶν Ἰώνων, ἐμπεσούσης δὲ στάσεως εἰς Ἔφεσον κατέφυγον· Ἀττάλου δʼ εἰς Μυόννησον αὐτοὺς καταστήσαντος μεταξὺ Τέω καὶ Λεβέδου, πρεσβεύονται Τήιοι δεόμενοι Ῥωμαίων μὴ περιιδεῖν ἐπιτειχιζομένην σφίσι τὴν Μυόννησον, οἱ δὲ μετέστησαν εἰς Λέβεδον δεξαμένων τῶν Λεβεδίων ἀσμένως διὰ τὴν κατέχουσαν αὐτοὺς ὀλιγανδρίαν. καὶ Τέως δὲ Λεβέδου διέχει ἑκατὸν εἴκοσι, μεταξὺ δὲ νῆσος Ἀσπίς, οἱ δʼ Ἀρκόνησον καλοῦσι· καὶ ἡ Μυόννησος δὲ ἐφʼ ὕψους χερρονησίζοντος κατοικεῖται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme