Book 14
2.17
ἔπταισε δὲ καὶ αὕτη ἡ πόλις βίᾳ ληφθεῖσα ὑπὸ Ἀλεξάνδρου. Ἑκατόμνω γὰρ τοῦ Καρῶν βασιλέως ἦσαν υἱοὶ τρεῖς, Μαύσωλος καὶ Ἱδριεὺς καὶ Πιξώδαρος, καὶ θυγατέρες δύο, ὧν τῇ πρεσβυτέρᾳ Ἀρτεμισίᾳ Μαύσωλος συνῴκησεν ὁ πρεσβύτατος τῶν ἀδελφῶν, ὁ δὲ δεύτερος Ἱδριεὺς Ἄδᾳ τῇ ἑτέρᾳ ἀδελφῇ· ἐβασίλευσε δὲ Μαύσωλος· τελευτῶν δʼ ἄτεκνος τὴν ἀρχὴν κατέλιπε τῇ γυναικί, ὑφʼ ἧς αὐτῷ κατεσκευάσθη ὁ λεχθεὶς τάφος· φθίσει δʼ ἀποθανούσης διὰ πένθος τοῦ ἀνδρὸς Ἱδριεὺς ἦρξε· καὶ τοῦτον ἡ γυνὴ Ἄδα διεδέξατο νόσῳ τελευτήσαντα· ἐξέβαλε δὲ ταύτην Πιξώδαρος, ὁ λοιπὸς τῶν Ἑκατόμνω παίδων· περσίσας δὲ μεταπέμπεται σατράπην ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς· ἀπελθόντος δʼ ἐκ τοῦ ζῆν καὶ τούτου κατεῖχεν ὁ σατράπης τὴν Ἁλικαρνασὸν ἔχων Ἄδαν γυναῖκα, ἥτις θυγάτηρ ἦν Πιξωδάρου ἐξ Ἀφνηίδος Καππαδοκίσσης γυναικός. ἐπελθόντος δὲ Ἀλεξάνδρου πολιορκίαν ὑπέμεινεν, ἡ δὲ τοῦ Ἑκατόμνω θυγάτηρ Ἄδα, ἣν ὁ Πιξώδαρος ἐξέβαλεν, ἱκετεύει τὸν Ἀλέξανδρον καὶ πείθει κατάγειν αὐτὴν εἰς τὴν ἀφαιρεθεῖσαν βασιλείαν ὑποσχομένη ἐπὶ τὰ ἀφεστῶτα συμπράξειν αὐτῷ· τοὺς γὰρ ἔχοντας οἰκείους ὑπάρχειν αὐτῇ· παρεδίδου δὲ καὶ τὰ Ἄλινδα, ἐν ᾧ διέτριβεν αὐτή· ἐπαινέσας δὲ καὶ βασίλισσαν ἀναδείξας, ἁλούσης τῆς πόλεως πλὴν τῆς ἄκρας (διττὴ δʼ ἦν), ἐκείνῃ πολιορκεῖν ἔδωκεν· ἑάλω δὲ ὀλίγῳ ὕστερον καὶ ἡ ἄκρα, πρὸς ὀργὴν ἤδη καὶ ἀπέχθειαν τῆς πολιορκίας γενομένης.
2.18
ἑξῆς δʼ ἐστὶν ἄκρα Τερμέριον Μυνδίων, καθʼ ἣν ἀντίκειται τῆς Κῴας ἄκρα Σκανδαρία διέχουσα τῆς ἠπείρου σταδίους τετταράκοντα· ἔστι δὲ καὶ χωρίον Τέρμερον ὑπὲρ τῆς ἄκρας.