Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 14

2.27 πολλῶν δὲ λόγων εἰρημένων περὶ Καρῶν ὁ μάλισθʼ ὁμολογούμενός ἐστιν οὗτος ὅτι οἱ Κᾶρες ὑπὸ Μίνω ἐτάττοντο, τότε Λέλεγες καλούμενοι, καὶ τὰς νήσους ᾤκουν· εἶτʼ ἠπειρῶται γενόμενοι πολλὴν τῆς παραλίας καὶ τῆς μεσογαίας κατέσχον τοὺς προκατέχοντας ἀφελόμενοι· καὶ οὗτοι δʼ ἦσαν οἱ πλείους Λέλεγες καὶ Πελασγοί· πάλιν δὲ τούτους ἀφείλοντο μέρος οἱ Ἕλληνες, Ἴωνές τε καὶ Δωριεῖς. τοῦ δὲ περὶ τὰ στρατιωτικὰ ζήλου τά τε ὄχανα ποιοῦνται τεκμήρια καὶ τὰ ἐπίσημα καὶ τοὺς λόφους· ἅπαντα γὰρ λέγεται Καρικά· Ἀνακρέων μέν γε φησίν διὰ δηὖτε καρικοεργέος ὀχάνου χεῖρα τιθέμεναι ὁ δʼ Ἀλκαῖος λόφον τε σείων Καρικόν.Alcaeus ff. 22 (Bergk)

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme