Book 14
2.28
τοῦ ποιητοῦ δʼ εἰρηκότος οὑτωσί μάσθλης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,Hom. Il. 2.867 οὐκ ἔχει λόγον πῶς τοσαῦτα εἰδὼς ἔθνη βάρβαρα μόνους εἴρηκε βαρβαροφώνους τοὺς Κᾶρας, βαρβάρους δʼ οὐδένας· οὔτʼ οὖν Θουκυδίδης ὀρθῶς· οὐδὲ γὰρ λέγεσθαί φησι βαρβάρους διὰ τὸ μηδὲ Ἕλληνάς πω ἀντίπαλον εἰς ἓν ὄνομα ἀποκεκρίσθαι· τό τε γὰρ μηδὲ Ἕλληνάς πω ψεῦδος αὐτὸς ὁ ποιητὴς ἀπελέγχει ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.Hom. Od. 1.344 καὶ πάλιν εἴτʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος.Hom. Od. 15.80 μὴ λεγομένων τε βαρβάρων πῶς ἔμελλεν εὖ λεχθήσεσθαι τὸ βαρβαροφώνων; οὔτε δὴ οὗτος εὖ οὔτʼ Ἀπολλόδωρος ὁ γραμματικός, ὅτι τῷ κοινῷ ὀνόματι ἰδίως καὶ λοιδόρως ἐχρῶντο οἱ Ἕλληνες κατὰ τῶν Καρῶν, καὶ μάλιστα οἱ Ἴωνες μισοῦντες αὐτοὺς διὰ τὴν ἔχθραν καὶ τὰς συνεχεῖς στρατείας· ἐχρῆν γὰρ οὕτως βαρβάρους ὀνομάζειν. ἡμεῖς δὲ ζητοῦμεν διὰ τί βαρβαροφώνους καλεῖ, βαρβάρους δʼ οὐδʼ ἅπαξ. ὅτι φησί τὸ πληθυντικὸν εἰς τὸ μέτρον οὐκ ἐμπίπτει, διὰ τοῦτʼ οὐκ εἴρηκε βαρβάρους. ἀλλʼ αὕτη μὲν ἡ πτῶσις οὐκ ἐμπίπτει, ἡ δʼ ὀρθὴ οὐ διαφέρει τῆς Δάρδανοι Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι.Hom. Il. 11.286 τοιοῦτον δὲ καὶ τό οἷοι Τρώιοι ἵπποι.Hom. Il. 5.222 οὐδέ γε ὅτι τραχυτάτη ἡ γλῶττα τῶν Καρῶν· οὐ γάρ ἐστιν ἀλλὰ καὶ πλεῖστα Ἑλληνικὰ ὀνόματα ἔχει καταμεμιγμένα, ὥς φησι Φίλιππος ὁ τὰ Καρικὰ γράψας. οἶμαι δὲ τὸ βάρβαρον κατʼ ἀρχὰς ἐκπεφωνῆσθαι οὕτως κατʼ ὀνοματοποιίαν ἐπὶ τῶν δυσεκφόρως καὶ σκληρῶς καὶ τραχέως λαλούντων, ὡς τὸ βατταρίζειν καὶ τραυλίζειν καὶ ψελλίζειν. εὐφυέστατοι γάρ ἐσμεν τὰς φωνὰς ταῖς ὁμοίαις φωναῖς κατονομάζειν διὰ τὸ ὁμογενές· ᾗ δὴ καὶ πλεονάζουσιν ἐνταῦθα αἱ ὀνοματοποιίαι, οἷον τὸ κελαρύζειν καὶ κλαγγὴ δὲ καὶ ψόφος καὶ βοὴ καὶ κρότος, ὧν τὰ πλεῖστα ἤδη καὶ κυρίως ἐκφέρεται· πάντων δὴ τῶν παχυστομούντων οὕτως βαρβάρων λεγομένων, ἐφάνη τὰ τῶν ἀλλοεθνῶν στόματα τοιαῦτα, λέγω δὲ τὰ τῶν μὴ Ἑλλήνων. ἐκείνους οὖν ἰδίως ἐκάλεσαν βαρβάρους, ἐν ἀρχαῖς μὲν κατὰ τὸ λοίδορον, ὡς ἂν παχυστόμους ἢ τραχυστόμους, εἶτα κατεχρησάμεθα ὡς ἐθνικῷ κοινῷ ὀνόματι ἀντιδιαιροῦντες πρὸς τοὺς Ἕλληνας. καὶ γὰρ δὴ τῇ πολλῇ συνηθείᾳ καὶ ἐπιπλοκῇ τῶν βαρβάρων οὐκέτι ἐφαίνετο κατὰ παχυστομίαν καὶ ἀφυΐαν τινὰ τῶν φωνητηρίων ὀργάνων τοῦτο συμβαῖνον, ἀλλὰ κατὰ τὰς τῶν διαλέκτων ἰδιότητας. ἄλλη δέ τις ἐν τῇ ἡμετέρᾳ διαλέκτῳ ἀνεφάνη κακοστομία καὶ οἷον βαρβαροστομία, εἴ τις ἑλληνίζων μὴ κατορθοίη, ἀλλʼ οὕτω λέγοι τὰ ὀνόματα ὡς οἱ βάρβαροι οἱ εἰσαγόμενοι εἰς τὸν ἑλληνισμὸν οὐκ ἰσχύοντες ἀρτιστομεῖν, ὡς οὐδʼ ἡμεῖς ἐν ταῖς ἐκείνων διαλέκτοις. τοῦτο δὲ μάλιστα συνέβη τοῖς Καρσί· τῶν γὰρ ἄλλων οὔτʼ ἐπιπλεκομένων πω σφόδρα τοῖς Ἕλλησιν, οὔτʼ ἐπιχειρούντων ἑλληνικῶς ζῆν ἢ μανθάνειν τὴν ἡμετέραν διάλεκτον, πλὴν εἴ τινες σπάνιοι καὶ κατὰ τύχην ἐπεμίχθησαν καὶ κατʼ ἄνδρα ὀλίγοις τῶν Ἑλλήνων τισίν· οὗτοι δὲ καθʼ ὅλην ἐπλανήθησαν τὴν Ἑλλάδα μισθοῦ στρατεύοντες. ἤδη οὖν τὸ βαρβαρόφωνον ἐπʼ ἐκείνων πυκνὸν ἦν ἀπὸ τῆς εἰς τὴν Ἑλλάδα αὐτῶν στρατείας· καὶ μετὰ ταῦτα ἐπεπόλασε πολὺ μᾶλλον, ἀφʼ οὗ τάς τε νήσους μετὰ τῶν Ἑλλήνων ᾤκησαν, κἀκεῖθεν εἰς τὴν Ἀσίαν ἐκπεσόντες οὐδʼ ἐνταῦθα χωρὶς Ἑλλήνων οἰκεῖν ἠδύναντο, ἐπιδιαβάντων τῶν Ἰώνων καὶ τῶν Δωριέων. ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας καὶ τὸ βαρβαρίζειν λέγεται· καὶ γὰρ τοῦτο ἐπὶ τῶν κακῶς ἑλληνιζόντων εἰώθαμεν λέγειν, οὐκ ἐπὶ τῶν καριστὶ λαλούντων. οὕτως οὖν καὶ τὸ βαρβαροφωνεῖν καὶ τοὺς βαρβαροφώνους δεκτέον τοὺς κακῶς ἑλληνίζοντας· ἀπὸ δὲ τοῦ καρίζειν καὶ τὸ βαρβαρίζειν μετήνεγκαν εἰς τὰς περὶ ἑλληνισμοῦ τέχνας καὶ τὸ σολοικίζειν, εἴτʼ ἀπὸ Σόλων εἴτʼ ἄλλως τοῦ ὀνόματος τούτου πεπλασμένου.