Book 14
6.1
λοιπὸν δὲ τὴν πρὸς νότου παρακειμένην τῇ χερρονήσῳ ταύτῃ περιοδεῦσαι νῆσον τὴν Κύπρον. εἴρηται δʼ ὅτι ἡ περιεχομένη θάλαττα ὑπὸ τῆς Αἰγύπτου καὶ Φοινίκης καὶ Συρίας καὶ τῆς λοιπῆς παραλίας μέχρι τῆς Ῥοδίας σύνθετός πώς ἐστιν ἔκ τε τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Παμφυλίου καὶ τοῦ κατὰ τὸν Ἰσσικὸν κόλπον. ἐν δὲ ταύτῃ ἐστὶν ἡ Κύπρος, τὰ μὲν προσάρκτια μέρη συνάπτοντα ἔχουσα τῇ Τραχείᾳ Κιλικίᾳ, καθʼ ἃ δὴ καὶ προσεχεστάτη τῇ ἠπείρῳ ἐστί, τὰ δὲ ἑῷα τῷ Ἰσσικῷ κόλπῳ, τὰ δʼ ἑσπέρια τῷ Παμφυλίῳ κλυζόμενα πελάγει, τὰ δὲ νότια τῷ Αἰγυπτίῳ. τοῦτο μὲν οὖν σύρρουν ἐστὶν ἀπὸ τῆς ἑσπέρας τῷ Λιβυκῷ καὶ τῷ Καρπαθίῳ πελάγει, ἀπὸ δὲ τῶν νοτίων καὶ τῶν ἑῴων μερῶν ἥ τε Αἴγυπτός ἐστι καὶ ἡ ἐφεξῆς παραλία μέχρι Σελευκείας τε καὶ Ἰσσοῦ, πρὸς ἄρκτον δʼ ἥ τε Κύπρος καὶ τὸ Παμφύλιον πέλαγος. τοῦτο δὲ ἀπὸ μὲν τῶν ἄρκτων περιέχεται τοῖς τε ἄκρος τῆς Τραχείας Κιλικίας καὶ τῆς Παμφυλίας καὶ Λυκίας μέχρι τῆς Ῥοδίας, ἀπὸ δὲ τῆς δύσεως τῇ Ῥοδίων νήσῳ, ἀπὸ δὲ τῆς ἀνατολῆς τῇ Κύπρῳ τῇ κατὰ Πάφον καὶ τὸν Ἀκάμαντα, ἀπὸ δὲ τῆς μεσημβρίας σύρρουν ἐστὶ τῷ Αἰγυπτίῳ πελάγει.
6.2
ἔστι δʼ ὁ μὲν κύκλος τῆς Κύπρου σταδίων τρισχιλίων καὶ τετρακοσίων εἴκοσι κατακολπίζοντι· μῆκος δὲ ἀπὸ Κλειδῶν ἐπὶ τὸν Ἀκάμαντα πεζῇ σταδίων χιλίων τετρακοσίων ὁδεύοντι ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν. εἰσὶ δὲ αἱ μὲν Κλεῖδες νησία δύο προσκείμενα τῇ Κύπρῳ κατὰ τὰ ἑωθινὰ μέρη τῆς νήσου, τὰ διέχοντα τοῦ Πυράμου σταδίους ἑπτακοσίους· ὁ δʼ Ἀκάμας ἐστὶν ἄκρα δύο μαστοὺς ἔχουσα καὶ ὕλην πολλήν, κείμενος μὲν ἐπὶ τῶν ἑσπερίων τῆς νήσου μερῶν, ἀνατείνων δὲ πρὸς ἄρκτους, ἐγγυτάτω μὲν πρὸς Σελινοῦντα τῆς Τραχείας Κιλικίας ἐν διάρματι χιλίων σταδίων, πρὸς Σίδην δὲ τῆς Παμφυλίας χιλίων καὶ ἑξακοσίων, πρὸς δὲ Χελιδονίας χιλίων ἐνακοσίων. ἔστι δὲ ἑτερόμηκες τὸ ὅλον τῆς νήσου σχῆμα, καί που καὶ ἰσθμοὺς ποιεῖ κατὰ τὰς τὸ πλάτος διοριζούσας πλευράς· ἔχει δὲ καὶ τὰ καθʼ ἕκαστα ὡς ἐν βραχέσιν εἰπεῖν οὕτως, ἀρξαμένοις ἀπὸ τοῦ προσεχεστάτου σημείου τῇ ἠπείρῳ.