Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 14

6.6 πρότερον μὲν οὖν κατὰ πόλεις ἐτυραννοῦντο οἱ Κύπριοι, ἀφʼ οὗ δʼ οἱ Πτολεμαϊκοὶ βασιλεῖς κύριοι τῆς Αἰγύπτου κατέστησαν, εἰς ἐκείνους καὶ ἡ Κύπρος περιέστη συμπραττόντων πολλάκις καὶ τῶν Ῥωμαίων. ἐπεὶ δʼ ὁ τελευταῖος ἄρξας Πτολεμαῖος, ἀδελφὸς τοῦ Κλεοπάτρας πατρὸς τῆς καθʼ ἡμᾶς βασιλίσσης, ἔδοξε πλημμελής τε εἶναι καὶ ἀχάριστος εἰς τοὺς εὐεργέτας, ἐκεῖνος μὲν κατελύθη, Ῥωμαῖοι δὲ κατέσχον τὴν νῆσον, καὶ γέγονε στρατηγικὴ ἐπαρχία καθʼ αὑτήν. μάλιστα δʼ αἴτιος τοῦ ὀλέθρου κατέστη τῷ βασιλεῖ Πόπλιος Κλαύδιος Ποῦλχερ· ἐμπεσὼν γὰρ εἰς τὰ λῃστήρια, τῶν Κιλίκων ἀκμαζόντων τότε, λύτρον αἰτούμενος ἐπέστειλε τῷ βασιλεῖ δεόμενος πέμψαι καὶ ῥύσασθαι αὐτόν· ὁ δʼ ἔπεμψε μὲν μικρὸν δὲ τελέως ὥστε καὶ τοὺς λῃστὰς αἰδεσθῆναι λαβεῖν ἀλλὰ ἀναπέμψαι πάλιν, τὸν δʼ ἄνευ λύτρων ἀπολῦσαι. σωθεὶς δʼ ἐκεῖνος ἀπεμνημόνευσεν ἀμφοτέροις τὴν χάριν, καὶ γενόμενος δήμαρχος ἴσχυσε τοσοῦτον ὥστε ἐπέμφθη Μάρκος Κάτων ἀφαιρησόμενος τὴν Κύπρον τὸν κατέχοντα. ἐκεῖνος μὲν οὖν ἔφθη διαχειρισάμενος αὑτόν, Κάτων δʼ ἐπελθὼν παρέλαβε τὴν Κύπρον καὶ τὴν βασιλικὴν οὐσίαν διέθετο καὶ τὰ χρήματα εἰς τὸ δημόσιον ταμιεῖον τῶν Ῥωμαίων ἐκόμισεν· ἐξ ἐκείνου δʼ ἐγένετο ἐπαρχία ἡ νῆσος καθάπερ καὶ νῦν ἐστι στρατηγική· ὀλίγον δὲ χρόνον τὸν μεταξὺ Ἀντώνιος Κλεοπάτρᾳ καὶ τῇ ἀδελφῇ αὐτῆς Ἀρσινόῃ παρέδωκε, καταλυθέντος δὲ ἐκείνου συγκατελύθησαν καὶ αἱ διατάξεις αὐτοῦ πᾶσαι.
← Previous 69 / 69

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme