Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 15

1.31 Ἐν δὲ τῇ Σωπείθους καὶ τὰς τῶν κυνῶν ἀρετὰς διηγοῦνται θαυμαστάς· λαβεῖν γοῦν τὸν Ἀλέξανδρον παρὰ τοῦ Σωπείθους κύνας πεντήκοντα καὶ ἑκατόν· διαπείρας δὲ χάριν λέοντι προσαφέντας δύο, κρατουμένων αὐτῶν, δύο ἄλλους ἐπαφεῖναι· τότε δʼ ἤδη καθεστώτων εἰς ἀντίπαλα τὸν μὲν Σωπείθη κελεῦσαι τῶν κυνῶν ἕνα ἀποσπᾶν τοῦ σκέλους τινὰ λαβόμενον, ἐὰν δὲ μὴ ὑπακούῃ ἀποτεμεῖν· τὸν Ἀλέξανδρον δὲ κατʼ ἀρχὰς μὲν οὐ συγχωρεῖν ἀποτεμεῖν φειδόμενον τοῦ κυνός, εἰπόντος δʼ ὅτι τέτταρας ἀντιδώσω σοι, συγχωρῆσαι καὶ τὸν κύνα περιιδεῖν ἀποτμηθέντα τὸ σκέλος βραδείᾳ τομῇ πρὶν ἀνεῖναι τὸ δῆγμα.
1.32 ̔η μὲν οὖν μέχρι τοῦ Ὑδάσπου ὁδὸς τὸ πλέον ἦν ἐπὶ μεσημβρίαν, ἡ δʼ ἐνθένδε πρὸς ἕω μᾶλλον μέχρι τοῦ Ὑπάνιος, ἅπασα δὲ τῆς ὑπωρείας μᾶλλον ἢ τῶν πεδίων ἐχομένη. ὁ δʼ οὖν Ἀλέξανδρος ἀπὸ τοῦ Ὑπάνιος ἀναστρέψας ἐπὶ τὸν Ὑδάσπην καὶ τὸν ναύσταθμον ἠρτικρότει τὸν στόλον, εἶτʼ ἔπλει τῷ Ὑδάσπῃ. πάντες δʼ οἱ λεχθέντες ποταμοὶ συμβάλλουσιν εἰς ἕνα τὸν Ἰνδόν, ὕστατος δʼ ὁ Ὕπανις· πεντεκαίδεκα δὲ τοὺς σύμπαντας συρρεῖν φασι τούς γε ἀξιολόγους· πληρωθεὶς δʼ ἐκ πάντων ὥστε καὶ ἐφʼ ἑκατὸν σταδίους, ὡς οἱ μὴ μετριάζοντές φασιν, εὐρύνεσθαι κατά τινας τόπους, ὡς δʼ οἱ μετριώτεροι, πεντήκοντα τὸ πλεῖστον ἐλάχιστον δὲ ἑπτάpost ἑπτά· καὶ πολλὰ ἔθνη καὶ πόλεις εἰσὶ πέριξ, ἔπειτα δυσὶ στόμασιν εἰς τὴν νοτίαν ἐκδίδωσι θάλατταν καὶ τὴν Παταληνὴν προσαγορευομένην ποιεῖ νῆσον. ταύτην δʼ ἔσχε τὴν διάνοιαν Ἀλέξανδρος, ἀφεὶς τὰ πρὸς ἕω μέρη πρῶτον μὲν διὰ τὸ κωλυθῆναι διαβῆναι τὸν Ὕπανιν, ἔπειτα καὶ ψευδῆ καταμαθὼν τῇ πείρᾳ τὸν προκατέχοντα λόγον ὡς ἔκπυρα εἴη καὶ θηρίοις μᾶλλον οἰκήσιμα τὰ ἐν τοῖς πεδίοις ἢ ἀνθρωπείῳ γένει· διόπερ ὥρμησεν ἐπὶ ταῦτα ἀφεὶς ἐκεῖνα, ὥστε καὶ ἐγνώσθη ταῦτα ἀντʼ ἐκείνων ἐπὶ πλέον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme