Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 15

1.53 εὐτελεῖς δὲ κατὰ τὴν δίαιταν Ἰνδοὶ πάντες, μᾶλλον δʼ ἐν ταῖς στρατείαις· οὐδʼ ὄχλῳ περιττῷ χαίρουσι, διόπερ εὐκοσμοῦσι. πλείστη δʼ ἐκεχειρία περὶ τὰς κλοπάς· γενόμενος γοῦν ἐν τῷ Σανδροκόττου στρατοπέδῳ φησὶν ὁ Μεγασθένης, τετταράκοντα μυριάδων πλήθους ἱδρυμένου μηδεμίαν ἡμέραν ἰδεῖν ἀνηνεγμένα κλέμματα πλειόνων ἢ διακοσίων δραχμῶν ἄξια, ἀγράφοις καὶ ταῦτα νόμοις χρωμένοις. οὐδὲ γὰρ γράμματα εἰδέναι αὐτούς, ἀλλʼ ἀπὸ μνήμης ἕκαστα διοικεῖσθαι· εὐπραγεῖν δʼ ὅμως διὰ τὴν ἁπλότητα καὶ τὴν εὐτέλειαν· οἶνόν τε γὰρ οὐ πίνειν ἀλλʼ ἐν θυσίαις μόνον, πίνειν δʼ ἀπʼ ὀρύζης ἀντὶ κριθίνων συντιθέντας· καὶ σιτία δὲ τὸ πλέον ὄρυζαν εἶναι ῥοφητήν. καὶ ἐν τοῖς νόμοις δὲ καὶ συμβολαίοις τὴν ἁπλότητα ἐλέγχεσθαι ἐκ τοῦ μὴ πολυδίκους εἶναι· οὔτε γὰρ ὑποθήκης οὔτε παρακαταθήκης εἶναι δίκας, οὐδὲ μαρτύρων οὐδὲ σφραγίδων αὐτοῖς δεῖν, ἀλλὰ πιστεύειν παραβαλλομένους· καὶ τὰ οἴκοι δὲ τὸ πλέον ἀφρουρεῖν. ταῦτα μὲν δὴ σωφρονικά, τἆλλα δʼ οὐκ ἄν τις ἀποδέξαιτο, τὸ μόνους διαιτᾶσθαι ἀεὶ καὶ τὸ μὴ μίαν εἶναι πᾶσιν ὥραν κοινὴν δείπνου τε καὶ ἀρίστου, ἀλλʼ ὅπως ἑκάστῳ φίλον· πρὸς γὰρ τὸν κοινωνικὸν καὶ τὸν πολιτικὸν βίον ἐκείνως κρεῖττον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme