Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 15

1.58 περὶ δὲ τῶν φιλοσόφων λέγων τοὺς μὲν ὀρεινοὺς αὐτῶν φησὶν ὑμνητὰς εἶναι τοῦ Διονύσου, δεικνύντας τεκμήρια τὴν ἀγρίαν ἄμπελον παρὰ μόνοις φυομένην καὶ κιττὸν καὶ δάφνην καὶ μυρρίνην καὶ πύξον καὶ ἄλλα τῶν ἀειθαλῶν, ὧν μηδὲν εἶναι πέραν Εὐφράτου πλὴν ἐν παραδείσοις σπάνια καὶ μετὰ πολλῆς ἐπιμελείας σωζόμενα. Διονυσιακὸν δὲ καὶ τὸ σινδονοφορεῖν καὶ τὸ μιτροῦσθαι καὶ μυροῦσθαι καὶ βάπτεσθαι ἄνθινα καὶ τοὺς βασιλέας κωδωνοφορεῖσθαι καὶ τυμπανίζεσθαι κατὰ τὰς ἐξόδους. τοὺς δὲ πεδιασίους τὸν Ἡρακλέα τιμᾶν. ταῦτα μὲν οὖν μυθώδη καὶ ὑπὸ πολλῶν ἐλεγχόμενα, καὶ μάλιστα τὰ περὶ τῆς ἀμπέλου καὶ τοῦ οἴνου· πέραν γὰρ τοῦ Εὐφράτου καὶ τῆς Ἀρμενίας ἐστὶ πολλὴ καὶ ἡ Μεσοποταμία ὅλη καὶ ἡ Μηδία ἑξῆς μέχρι καὶ Περσίδος καὶ Καρμανίας· τούτων δὲ τῶν ἐθνῶν ἑκάστου πολὺ μέρος εὐάμπελον καὶ εὔοινον λέγεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme