Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 15

1.64 διαλεχθῆναι δʼ ἑνὶ τούτων Καλάνῳ, ὃν καὶ συνακολουθῆσαι τῷ βασιλεῖ μέχρι Περσίδος καὶ ἀποθανεῖν τῷ πατρίῳ νόμῳ τεθέντα ἐπὶ πυρκαϊάν· τότε δʼ ἐπὶ λίθων τυχεῖν κείμενον. προσιὼν οὖν καὶ προσαγορεύσας εἰπεῖν ἔφη, διότι πεμφθείη παρὰ τοῦ βασιλέως ἀκροασόμενος τῆς σοφίας αὐτῶν καὶ ἀπαγγελῶν πρὸς αὐτόν· εἰ οὖν μηδεὶς εἴη φθόνος, ἕτοιμος εἴη μετασχεῖν τῆς ἀκροάσεως. ἰδόντα δʼ ἐκεῖνον χλαμύδα καὶ καυσίαν φοροῦντα καὶ κρηπῖδα, καταγελάσαντα τὸ παλαιόν φάναι πάντʼ ἦν ἀλφίτων καὶ ἀλεύρων πλήρη καθάπερ νῦν κόνεως· καὶ κρῆναι δʼ ἔρρεον αἱ μὲν ὕδατος γάλακτος δʼ ἄλλαι καὶ ὁμοίως μέλιτος, αἱ δʼ οἴνου τινὲς δʼ ἐλαίου· ὑπὸ πλησμονῆς δʼ οἱ ἄνθρωποι καὶ τρυφῆς εἰς ὕβριν ἐξέπεσον. Ζεὺς δὲ μισήσας τὴν κατάστασιν ἠφάνισε πάντα καὶ διὰ πόνου τὸν βίον ἀπέδειξε· σωφροσύνης δὲ καὶ τῆς ἄλλης ἀρετῆς παρελθούσης εἰς μέσον πάλιν εὐπορία τῶν ἀγαθῶν ὑπῆρξεν· ἐγγὺς δʼ ἐστὶν ἤδη νυνὶ κόρου καὶ ὕβρεως τὸ πρᾶγμα, κινδυνεύει τε ἀφανισμὸς τῶν ὄντων γενέσθαι. ταῦτα εἰπόντα κελεύειν, εἰ βούλοιτο ἀκροάσασθαι, καταθέμενον τὴν σκευὴν γυμνὸν ἐπὶ τῶν αὐτῶν λίθων κείμενον μετέχειν τῶν λόγων. ἀπορουμένου δὲ αὐτοῦ, Μάνδανιν ὅσπερ ἦν πρεσβύτατος καὶ σοφώτατος αὐτῶν, τὸν μὲν ἐπιπλῆξαι ὡς ὑβριστήν, καὶ ταῦτα ὕβρεως κατηγορήσαντα, αὐτὸν δὲ προσκαλέσασθαι καὶ εἰπεῖν ὡς τὸν μὲν βασιλέα ἐπαινοίη, διότι ἀρχὴν τοσαύτην διοικῶν ἐπιθυμοίη σοφίας· μόνον γὰρ ἴδοι αὐτὸν ἐν ὅπλοις φιλοσοφοῦντα· ὠφελιμώτατον δʼ εἴη τῶν ἁπάντων, εἰ οἱ τοιοῦτοι φρονοῖεν οἷς πάρεστι δύναμις τοὺς μὲν ἑκουσίους πείθειν σωφρονεῖν τοὺς δʼ ἀκουσίους ἀναγκάζειν· αὐτῷ δὲ συγγνώμη εἴη, εἰ διʼ ἑρμηνέων τριῶν διαλεγόμενος πλὴν φωνῆς μηδὲν συνιέντων πλέον ἢ οἱ πολλοί, μηδὲν ἰσχύσει τῆς ὠφελείας ἐπίδειξιν ποιήσασθαι· ὅμοιον γὰρ ὡς ἂν εἰ διὰ βορβόρου καθαρὸν ἀξιοῖ τις ὕδωρ ῥεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme