Book 15
2.9
̔η δὲ τάξις τῶν ἐθνῶν τοιαύτη· παρὰ μὲν τὸν Ἰνδὸν οἱ Παροπαμισάδαι, ὧν ὑπέρκειται ὁ Παροπαμισὸς ὄρος, εἶτʼ Ἀραχωτοὶ πρὸς νότον, εἶτʼ ἐφεξῆς πρὸς νότον Γεδρωσηνοὶ σὺν τοῖς ἄλλοις τοῖς τὴν παραλίαν ἔχουσιν· ἅπασι δὲ παρὰ τὰ πλάτη τῶν χωρίων παράκειται ὁ Ἰνδός. * τούτων δʼ ἐκ μέρους τῶν παρὰ τὸν Ἰνδὸν ἔχουσί τινα Ἰνδοὶ πρότερον ὄντα Περσῶν, ἃ ἀφείλετο μὲν ὁ Ἀλέξανδρος τῶν Ἀριανῶν καὶ κατοικίας ἰδίας συνεστήσατο, ἔδωκε δὲ Σέλευκος ὁ Νικάτωρ Σανδροκόττῳ, συνθέμενος ἐπιγαμίαν καὶ ἀντιλαβὼν ἐλέφαντας πεντακοσίους. τοῖς Παροπαμισάδαις δὲ παράκεινται πρὸς τὴν ἑσπέραν Ἄριοι, τοῖς δὲ Ἀραχωτοῖς Δράγγαι καὶ τοῖς Γεδρωσίοις· οἱ δʼ Ἄριοι τοῖς Δράγγαις ἅμα καὶ πρὸς ἄρκτον παράκεινται καὶ πρὸς ἑσπέραν, ἐγκυκλούμενοι μικρά πως· ἡ δὲ Βακτριανὴ τῇ τε Ἀρίᾳ πρὸς ἄρκτον παράκειται καὶ τοῖς Παροπαμισάδαις, διʼ ὧνπερ Ἀλέξανδρος ὑπερέβαλε τὸν Καύκασον ἐλαύνων τὴν ἐπὶ Βάκτρων· πρὸς ἑσπέραν δὲ ἐφεξῆς εἰσι τοῖς Ἀρίοις Παρθυαῖοι καὶ τὰ περὶ τὰς Κασπίους πύλας· πρὸς νότον δὲ τούτοις ἡ ἔρημος τῆς Καρμανίας, εἶθʼ ἡ λοιπὴ Καρμανία καὶ Γεδρωσία.