Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 15

3.6 ἔστι δὲ καὶ ἄλλα πλείω στενὰ διεκβάλλοντι τὰ ἐν τοῖς Οὐξίοις κατʼ αὐτὴν τὴν Περσίδα, ἃ καὶ αὐτὰ βίᾳ διῆλθεν Ἀλέξανδρος, κατά τε τὰς Περσικὰς πύλας καὶ κατʼ ἄλλους τόπους διεξιὼν τὴν χώραν, καὶ κατοπτεῦσαι σπεύδων τὰ κυριώτατα μέρη καὶ τὰ γαζοφυλάκια, ἃ τοσούτοις χρόνοις ἐξεπεπλήρωτο, οἷς ἐδασμολόγησαν Πέρσαι τὴν Ἀσίαν· ποταμοὺς δὲ διέβη πλείους τοὺς διαρρέοντας τὴν χώραν καὶ καταφερομένους εἰς τὸν Περσικὸν κόλπον. μετὰ γὰρ τὸν Χοάσπην ὁ Κοπράτας ἐστὶ καὶ ὁ Πασίτιγρις, ὃς ἐκ τῆς Οὐξίας καὶ αὐτὸς ῥεῖ· ἔστι δὲ καὶ Κῦρος ποταμὸς διὰ τῆς κοίλης καλουμένης Περσίδος ῥέων περὶ Πασαργάδας, οὗ μετέλαβε τὸ ὄνομα βασιλεὺς ἀντὶ Ἀγραδάτου μετονομασθεὶς Κῦρος. πρὸς αὐτῇ δὲ τῇ Περσεπόλει τὸν Ἀράξην διέβη· ἦν δὲ ἡ Περσέπολις μετὰ Σοῦσα κάλλιστα κατεσκευασμένη μεγίστη πόλις, ἔχουσα βασίλεια ἐκπρεπῆ, καὶ μάλιστα τῇ πολυτελείᾳ τῶν κειμένων. ῥεῖ δʼ ὁ Ἀράξης ἐκ τῶν Παραιτακῶν· συμβάλλει δʼ εἰς αὐτὸν ὁ Μῆδος ἐκ Μηδίας ὁρμηθείς. φέρονται δὲ διʼ αὐλῶνος παμφόρου συνάπτοντος τῇ Καρμανίᾳ καὶ τοῖς ἑωθινοῖς μέρεσι τῆς χώρας, καθάπερ καὶ αὐτὴ ἡ Περσέπολις. ἐνέπρησε δὲ ὁ Ἀλέξανδρος τὰ ἐν Περσεπόλει βασίλεια τιμωρῶν τοῖς Ἕλλησιν, ὅτι κἀκείνων ἱερὰ καὶ πόλεις οἱ Πέρσαι πυρὶ καὶ σιδήρῳ διεπόρθησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme