Book 15
3.7
εἶτʼ εἰς Πασαργάδας ἧκε· καὶ τοῦτο δʼ ἦν βασίλειον ἀρχαῖον. ἐνταῦθα δὲ καὶ τὸν Κύρου τάφον εἶδεν ἐν παραδείσῳ, πύργον οὐ μέγαν, τῷ δάσει τῶν δένδρων ἐναποκεκρυμμένον, κάτω μὲν στερεὸν ἄνω δὲ στέγην ἔχοντα καὶ σηκὸν στενὴν τελέως ἔχοντα τὴν εἴσοδον, διʼ ἧς παρελθεῖν εἴσω φησὶν Ἀριστόβουλος κελεύσαντος τοῦ βασιλέως καὶ κοσμῆσαι τὸν τάφον· ἰδεῖν δὲ κλίνην τε χρυσῆν καὶ τράπεζαν σὺν ἐκπώμασι καὶ πύελον χρυσῆν καὶ ἐσθῆτα πολλὴν κόσμον τε λιθοκόλλητον· κατὰ μὲν οὖν τὴν πρώτην ἐπιδημίαν ταῦτʼ ἰδεῖν, ὕστερον δὲ συληθῆναι, καὶ τὰ μὲν ἄλλα ἐκκομισθῆναι τὴν δὲ κλίνην θραυσθῆναι μόνον καὶ τὴν πύελον, μεταθέντων τὸν νεκρόν, διʼ οὗ δῆλον γενέσθαι διότι προνομευτῶν ἔργον ἦν, οὐχὶ τοῦ σατράπου, καταλιπόντων ἃ μὴ δυνατὸν ἦν ῥᾳδίως ἐκκομίσαι· συμβῆναι δὲ ταῦτα, καίπερ φυλακῆς περικειμένης Μάγων, σίτισιν λαμβανόντων καθʼ ἡμέραν πρόβατον, διὰ μηνὸς δʼ ἵππον. ἀλλʼ ὁ ἐκτοπισμὸς τῆς Ἀλεξάνδρου στρατιᾶς εἰς Βάκτρα καὶ Ἰνδοὺς πολλά τε ἄλλα νεωτερισθῆναι παρεσκεύασε, καὶ δὴ καὶ τοῦθʼ ἓν τῶν νεωτερισθέντων ὑπῆρξεν. οὕτω μὲν οὖν Ἀριστόβουλος εἴρηκε, καὶ τὸ ἐπίγραμμα δὲ ἀπομνημονεύει τοῦτο ὦ ἄνθρωπε, ἐγὼ Κῦρός εἰμι, ὁ τὴν ἀρχὴν τοῖς Πέρσαις κτησάμενος καὶ τῆς Ἀσίας βασιλεύς· μὴ οὖν φθονήσῃς μοι τοῦ μνήματος. Ὀνησίκριτος δὲ τὸν μὲν πύργον δεκάστεγον εἴρηκε· καὶ ἐν μὲν τῇ ἀνωτάτω στέγῃ κεῖσθαι τὸν Κῦρον· ἐπίγραμμα δʼ εἶναι Ἑλληνικόν, Περσικοῖς κεχαραγμένον γράμμασιν ἐνθάδʼ ἐγὼ κεῖμαι Κῦρος βασιλεὺς βασιλήων. καὶ ἄλλο περσίζον πρὸς τὸν αὐτὸν νοῦν.