Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 15

3.10 τὴν γοῦν Βαβυλῶνα ὁ Ἀλέξανδρος προέκρινεν ὁρῶν καὶ τῷ μεγέθει πολὺ ὑπερβάλλουσαν καὶ τοῖς ἄλλοις. εὐδαίμων δʼ οὖσα ἡ Σουσὶς ἔκπυρον τὸν ἀέρα ἔχει καὶ καυματηρὸν καὶ μάλιστα τὸν περὶ τὴν πόλιν, ὥς φησιν * ἐκεῖνος· τὰς γοῦν σαύρας καὶ τοὺς ὄφεις θέρους ἀκμάζοντος τοῦ ἡλίου κατὰ μεσημβρίαν διαβῆναι μὴ φθάνειν τὰς ὁδοὺς τὰς ἐν τῇ πόλει, ἀλλʼ ἐν μέσαις περιφλέγεσθαι, ὅπερ τῆς Περσίδος μηδαμοῦ συμβαίνειν καίπερ νοτιωτέρας οὔσης· λουτρὰ δὲ ψυχρὰ προτεθέντα ἐκθερμαίνεσθαι παραχρῆμα, τὰς δὲ κριθὰς διασπαρείσας εἰς τὸν ἥλιον ἅλλεσθαι καθάπερ ἐν τοῖς ἰπνοῖς τὰς κάχρυς· διὸ καὶ ταῖς στέγαις ἐπὶ δύο πήχεις γῆν ἐπιτίθεσθαι, ὑπὸ δὲ τοῦ βάρους ἀναγκάζεσθαι στενοὺς μὲν μακροὺς δὲ ποιεῖσθαι τοὺς οἴκους, ἀπορουμένους μακρῶν μὲν δοκῶν δεομένους δὲ μεγάλων οἴκων διὰ τὸ πνῖγος. ἴδιον δέ τι πάσχειν τὴν φοινικίνην δοκόν· στερεὰν γὰρ οὖσαν, παλαιουμένην οὐκ εἰς τὸ κάτω τὴν ἔνδοσιν λαμβάνειν, ἀλλʼ εἰς τὸ ἄνω μέρος κυρτοῦσθαι τῷ βάρει καὶ βέλτιον ἀνέχειν τὴν ὀροφήν. αἴτιον δὲ τῶν καυμάτων λέγεται τὸ ὑπερκεῖσθαι πρὸς ἄρκτον ὄρη ὑψηλὰ τὰ προεκδεχόμενα ἅπαντας τοὺς βορείους ἀνέμους· ὑπερπετεῖς δὴ πνέοντες ἀπὸ τῶν ἀκρωτηρίων μετέωροί τε τῶν πεδίων οὐ προσάπτονται, ἀλλὰ παρελαύνουσιν εἰς τὰ νοτιώτερα τῆς Σουσίδος· αὕτη δὲ νηνεμίαις κατέχεται, καὶ μάλιστα τότε ἡνίκα ἐτησίαι τὴν ἄλλην γῆν καταψύχουσιν ἐκκαομένην ὑπὸ τῶν καυμάτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme