Book 15
3.19
στρατεύονται δὲ καὶ ἄρχουσιν ἀπὸ εἴκοσιν ἐτῶν ἕως πεντήκοντα πεζοί τε καὶ ἱππεῖς· ἀγορᾶς δὲ οὐχ ἅπτονται· οὔτε γὰρ πωλοῦσιν οὔτʼ ὠνοῦνται. ὁπλίζονται δὲ γέρρῳ ῥομβοειδεῖ, παρὰ δὲ τὰς φαρέτρας σαγάρεις ἔχουσι καὶ κοπίδας, περὶ δὲ τῇ κεφαλῇ πίλημα πυργωτόν, θώραξ δʼ ἐστὶν αὐτοῖς φολιδωτός. ἐσθὴς δὲ τοῖς ἡγεμόσι μὲν ἀναξυρὶς τριπλῆ, χιτὼν δὲ χειριδωτὸς διπλοῦς ἕως γόνατος, ὁ ὑπενδύτης μὲν λευκός, ἄνθινος δʼ ὁ ἐπάνω· ἱμάτιον δὲ θέρους μὲν πορφυροῦν ἢ ἰάνθινον, χειμῶνος δʼ ἄνθινον, τιᾶραι παραπλήσιαι ταῖς τῶν Μάγων, ὑπόδημα κοῖλον διπλοῦν, τοῖς δὲ πολλοῖς χιτὼν ἕως μεσοκνημίουκαὶ ante διπλοῦς διπλοῦς, ῥάκος δὲ σινδόνιόν τι περὶ τῇ κεφαλῇ· ἔχει δʼ ἕκαστος τόξον καὶ σφενδόνην. δειπνοῦσι δὲ πολυτελῶς Πέρσαι τιθέντες καὶ ὁλομελῆ καὶ πολλὰ καὶ ποικίλα· κόσμος τε λαμπρὸς στρωμνῆς ἐκπωμάτων τε καὶ τῶν ἄλλων ὥστε χρυσῷ καὶ ἀργύρῳ καταλάμπεσθαι.
3.20
Ἐν οἴνῳ τὰ μέγιστα βουλεύονται, καὶ βεβαιότερα τῶν ἐν νήψει τίθενται. τῶν κατὰ τὰς ὁδοὺς συναντώντων τοὺς μὲν γνωρίμους καὶ ἰσοτίμους φιλοῦσι προσιόντες, τοῖς δὲ ταπεινοτέροις παραβάλλουσι τὴν γνάθον καὶ δέχονται ταύτῃ τὸ φίλημα· οἱ δʼ ἔτι ταπεινότεροι προσκυνοῦσι μόνον. θάπτουσι δὲ κηρῷ περιπλάσαντες τὰ σώματα, τοὺς δὲ Μάγους οὐ θάπτουσιν, ἀλλʼ οἰωνοβρώτους ἐῶσι· τούτοις δὲ καὶ μητράσι συνέρχεσθαι πάτριον νενόμισται. τοιαῦτα μὲν τὰ ἔθη.