Book 15
3.21
ἔστι δʼ ἴσως καὶ ταῦτα τῶν ἐθίμων, ἅ φησι Πολύκλειτος. ἐν γὰρ Σούσοις ἑκάστῳ τῶν βασιλέων ἐπὶ τῆς ἄκρας ἰδίᾳ πεποιῆσθαι οἴκησιν καὶ θησαυροὺς καὶ παραθέσεις ὧν ἐπράττοντο φόρων, ὑπομνήματα τῆς οἰκονομίας· πράττεσθαι δʼ ἐκ μὲν τῆς παραλίας ἀργύριον, ἐκ δὲ τῆς μεσογαίας ἃ φέρει ἑκάστη χώρα, ὥστε καὶ χρώματα καὶ φάρμακα καὶ τρίχα ἢ ἐρέαν ἤ τι τοιοῦθʼ ἕτερον καὶ θρέμματα ὁμοίως. τὸν δὲ διατάξαντα τοὺς φόρους Δαρεῖον εἶναιpost εἶναι· τὸν μακρόχειρα, καὶ κάλλιστον ἀνθρώπων πλὴν τοῦ μήκους τῶν βραχιόνων καὶ τῶν πήχεων· ἅπτεσθαι γὰρ καὶ τῶν γονάτων.. τὸν δὲ πλεῖστον χρυσὸν καὶ ἄργυρον ἐν κατασκευαῖς εἶναι, νομίσματι δὲ οὐ πολλῷ· πρός τε τὰς δωρεὰς ἐκεῖνα κεχαρισμένα νομίζειν μᾶλλον καὶ πρὸς κειμηλίων ἀπόθεσιν· τὸ δὲ νόμισμα τὸ πρὸς τὰς χρείας ἀρκοῦν ἱκανὸν εἶναι, κόπτειν δὲ πάλιν τὸ τοῖς ἀναλώμασι σύμμετρον.
3.22
τὰ μὲν οὖν ἔθη σωφρονικὰ τὰ πλείω, διὰ δὲ τὸν πλοῦτον εἰς τρυφὴν ἐξέπεσον οἱ βασιλεῖς, ὥστε πυρὸν μὲν ἐξ Ἄσσου τῆς Αἰολίδος μετῄεσαν, οἶνον δʼ ἐκ Συρίας τὸν Χαλυβώνιον, ὕδωρ δὲ ἐκ τοῦ Εὐλαίου πάντων ἐλαφρότατον ὥστʼ ἐν Ἀττικῇ κοτύλῃ δραχμῇ ἀφολκότερον εἶναι.