Book 16
1.16
πάλαι μὲν οὖν ἡ Βαβυλὼν ἦν μητρόπολις τῆς Ἀσσυρίας, νῦν δὲ Σελεύκεια ἡ ἐπὶ τῷ Τίγρει λεγομένη. πλησίον δʼ ἐστὶ κώμη Κτησιφῶν λεγομένη, μεγάλη· ταύτην δʼ ἐποιοῦντο χειμάδιον οἱ τῶν Παρθυαίων βασιλεῖς φειδόμενοι τῶν Σελευκέων, ἵνα μὴ κατασταθμεύοιντο ὑπὸ τοῦ Σκυθικοῦ φύλου καὶ στρατιωτικοῦ· δυνάμει οὖν Παρθικῇ πόλις ἀντὶ κώμης ἐστὶ * καὶ τὸ μέγεθος, τοσοῦτόν γε πλῆθος δεχομένη καὶ τὴν κατασκευὴν ὑπʼ ἐκείνων αὐτῶν κατεσκευασμένη καὶ τὰ ὤνια καὶ τὰς τέχνας προσφόρους ἐκείνοις πεπορισμένη. εἰώθασι γὰρ ἐνταῦθα τοῦ χειμῶνος διάγειν οἱ βασιλεῖς διὰ τὸ εὐάερον· θέρους δὲ ἐν Ἐκβατάνοις καὶ τῇ Ὑρκανίᾳ διὰ τὴν ἐπικράτειαν τῆς παλαιᾶς δόξης. ὥσπερ δὲ Βαβυλωνίαν τὴν χώραν καλοῦμεν, οὕτω καὶ τοὺς ἄνδρας τοὺς ἐκεῖθεν Βαβυλωνίους καλοῦμεν, οὐκ ἀπὸ τῆς πόλεως, ἀλλʼ ἀπὸ τῆς χώρας· ἀπὸ δὲ τῆς Σελευκείας ἧττον, κἂν ἐκεῖθεν ὦσι, καθάπερ Διογένη τὸν στωικὸν φιλόσοφον.
1.17
ἔστι δὲ καὶ Ἀρτεμίτα πόλις ἀξιόλογος, διέχουσα πεντακοσίους τῆς Σελευκείας σταδίους, πρὸς ἕω τὸ πλέον, καθάπερ καὶ ἡ Σιτακηνή· καὶ γὰρ αὕτη πολλή τε καὶ ἀγαθὴ μέση Βαβυλῶνος τέτακται καὶ τῆς Σουσίδος, ὥστε τοῖς ἐκ Βαβυλῶνος εἰς Σοῦσα βαδίζουσι διὰ τῆς Σιτακηνῆς ἡ ὁδὸς ἅπασα πρὸς ἕω· πρὸς ἕω δʼ ἐστὶ καὶ τοῖς ἐκ Σούσων εἰς τὴν μεσόγαιαν τῆς Περσίδος διὰ τῆς Οὐξίας καὶ τοῖς ἐκ τῆς Περσίδος εἰς τὰ μέσα τῆς Καρμανίας. τὴν μὲν οὖν Καρμανίαν ἐγκυκλοῦται πρὸς ἑσπέραν καὶ ἄρκτον ἡ Περσὶς πολλὴ οὖσα· ταύτῃ δὲ συνάπτει ἡ Παραιτακηνὴ καὶ ἡ Κοσσαία μέχρι Κασπίων πυλῶν, ὀρεινὰ καὶ λῃστρικὰ ἔθνη· τῇ δὲ Σουσίδι ἡ Ἐλυμαῒς καὶ αὐτὴ τραχεῖα ἡ πολλὴ καὶ λῃστρική· τῇ δὲ Ἐλυμαΐδι τὰ περὶ τὸν Ζάγρον καὶ ἡ Μηδία.