Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 16

1.19 τῆς μὲν οὖν Ἀδιαβηνῆς ἡ πλείστη πεδιάς ἐστι, καὶ αὐτὴ τῆς Βαβυλωνίας μέρος οὖσα ἔχουσα δʼ ὅμως ἄρχοντα ἴδιον, ἔστιν ὅπη καὶ τῇ Ἀρμενίᾳ προσχωροῦσα. οἱ γὰρ Μῆδοι καὶ οἱ Ἀρμένιοι τρίτοι δὲ Βαβυλώνιοι τὰ μέγιστα τῶν ἐθνῶν τῶν ταύτῃ διετέλουν οὕτως ἐξ ἀρχῆς συνεστῶτες ὥστʼ ἀλλήλοις ἐπιτίθεσθαι κατὰ καιροὺς τοὺς οἰκείους ἕκαστοι καὶ πάλιν διαλύεσθαι· καὶ τοῦτο καὶ μέχρι τῆς τῶν Παρθυαίων ἐπικρατείας διέμεινε. τῶν μὲν οὖν Μήδων καὶ τῶν Βαβυλωνίων ἐπάρχουσι Παρθυαῖοι, τῶν δʼ Ἀρμενίων οὐδʼ ἅπαξ· ἀλλʼ ἔφοδοι μὲν γεγόνασι πολλάκις, ἀνὰ κράτος δʼ οὐχ ἑάλωσαν, ἀλλʼ ὅ γε Τιγράνης καὶ ἐρρωμένως ἀντεπεκράτησεν, ὡς ἐν τοῖς Ἀρμενιακοῖς εἴρηται. ἡ μὲν οὖν Ἀδιαβηνὴ τοιαύτηpost τοιαύτη· καλοῦνται δʼ οἱ Ἀδιαβηνοὶ καὶ Σακκόποδες.· περὶ δὲ τῆς Μεσοποταμίας ἐροῦμεν ἐφεξῆς καὶ τῶν πρὸς μεσημβρίαν ἐθνῶν, ἐπιόντες ἐπὶ μικρὸν πρότερον τὰ λεγόμενα περὶ τῶν ἐθῶν τῶν παρὰ τοῖς Ἀσσυρίοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme