Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 16

1.3 ̔η μὲν οὖν Νίνος πόλις ἠφανίσθη παραχρῆμα μετὰ τὴν τῶν Σύρων κατάλυσιν. πολὺ δὲ μείζων ἦν τῆς Βαβυλῶνος, ἐν πεδίῳ κειμένη τῆς Ἀτουρίας· ἡ δʼ Ἀτουρία τοῖς περὶ Ἄρβηλα τόποις ὅμορός ἐστι μεταξὺ τὸν Λύκον ἔχουσα ποταμόν. τὰ μὲν οὖν Ἄρβηλα τῆς Βαβυλωνίας ὑπάρχει * ἃ κατʼ αὐτήν ἐστιν· ἐν δὲ τῇ περαίᾳ τοῦ Λύκου τὰ τῆς Ἀτουρίας πεδία τῇ Νίνῳ περίκειται. ἐν δὲ τῇ Ἀτουρίᾳ ἐστὶ Γαυγάμηλα κώμη, ἐν ᾗ συνέβη νικηθῆναι καὶ ἀποβαλεῖν τὴν ἀρχὴν Δαρεῖον. ἔστι μὲν οὖν τόπος ἐπίσημος οὗτος καὶ τοὔνομα· μεθερμηνευθὲν γάρ ἐστι καμήλου οἶκος· ὠνόμασε δʼ οὕτω Δαρεῖος ὁ Ὑστάσπεω, κτῆμα δοὺς εἰς διατροφὴν τῇ καμήλῳ τῇ συνεκπεπονηκυίᾳ μάλιστα τὴν ὁδὸν τὴν διὰ τῆς ἐρήμου Σκυθίας μετὰ τῶν φορτίων, ἐν οἷς ἦν καὶ ἡ διατροφὴ τῷ βασιλεῖ. οἱ μέντοι Μακεδόνες τοῦτο μὲν ὁρῶντες κώμιον εὐτελές, τὰ δὲ Ἄρβηλα κατοικίαν ἀξιόλογον, κτίσμα ὥς φασιν Ἀρβήλου τοῦ Ἀθμονέως, περὶ Ἄρβηλα τὴν μάχην καὶ νίκην κατεφήμισαν καὶ τοῖς συγγραφεῦσιν οὕτω παρέδωκαν.
1.4 μετὰ δὲ Ἄρβηλα καὶ τὸ Νικατόριον ὄρος (ὃ προσωνόμασεν Ἀλέξανδρος νικήσας τὴν περὶ Ἄρβηλα μάχην) ὁ Κάπρος ἐστὶ ποταμὸς ἐν ἴσῳ διαστήματι ὅσῳ καὶ ὁ Λύκος· ἡ δὲ χώρα * Ἀρτακηνὴ λέγεται. περὶ Ἄρβηλα δὲ ἔστι καὶ Δημητριὰς πόλις· εἶθʼ ἡ τοῦ νάφθα πηγὴ καὶ τὰ πυρὰ καὶ τὸ τῆς * Ἀναίας ἱερὸν καὶ Σαδράκαι, τὸ Δαρείου τοῦ Ὑστάσπεω βασίλειον, καὶ ὁ Κυπαρισσὼν καὶ ἡ τοῦ Κάπρου διάβασις συνάπτουσα ἤδη Σελευκείᾳ καὶ Βαβυλῶνι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme