Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 17

1.18 μετὰ δὲ τὸν Κάνωβον ἔστι τὸ Ἡράκλειον Ἡρακλέους ἔχον ἱερόν· εἶτα τὸ Κανωβικὸν στόμα καὶ ἡ ἀρχὴ τοῦ Δέλτα. τὰ δʼ ἐν δεξιᾷ τῆς Κανωβικῆς διώρυγος ὁ Μενελαΐτης ἐστὶ νομὸς ἀπὸ τοῦ ἀδελφοῦ τοῦ πρώτου Πτολεμαίου καλούμενος, οὐ μὰ Δία ἀπὸ τοῦ ἥρωος, ὡς ἔνιοί φασιν ὧν καὶ Ἀρτεμίδωρος. μετὰ δὲ τὸ Κανωβικὸν στόμα ἔστι τὸ Βολβιτικόν, εἶτα τὸ Σεβεννυτικὸν καὶ τὸ Φατνιτικόν, τρίτον ὑπάρχον τῷ μεγέθει παρὰ τὰ πρῶτα δύο, οἷς ὥρισται τὸ Δέλτα· καὶ γὰρ οὐ πόρρω τῆς κορυφῆς σχίζεται εἰς τὸ ἐντὸς τοῦ Δέλτα. τῷ δὲ Φατνιτικῷ συνάπτει τὸ Μενδήσιον, εἶτα τὸ Τανιτικὸν καὶ τελευταῖον τὸ Πηλουσιακόν. ἔστι δὲ καὶ ἄλλα τούτων μεταξὺ ὡς ἂν ψευδοστόματα ἀσημότερα. ἔχει μὲν οὖν εἰσαγωγὰς τὰ στόματα, ἀλλʼ οὐκ εὐφυεῖς οὐδὲ μεγάλοις πλοίοις ἀλλʼ ὑπηρετικοῖς διὰ τὸ βραχέα εἶναι καὶ ἑλώδη. μάλιστα μέντοι τῷ Κανωβικῷ στόματι ἐχρῶντο ὡς ἐμπορίῳ, τῶν κατʼ Ἀλεξάνδρειαν λιμένων ἀποκεκλειμένων, ὡς προείπομεν. μετὰ δὲ τὸ Βολβίτινον στόμα ἐπὶ πλέον ἔκκειται ταπεινὴ καὶ ἀμμώδης ἄκρα· καλεῖται δὲ Ἀγνοῦ κέρας· εἶθʼ ἡ Περσέως σκοπὴ καὶ τὸ Μιλησίων τεῖχος· πλεύσαντες γὰρ ἐπὶ Ψαμμιτίχου τριάκοντα ναυσὶ Μιλήσιοι (κατὰ Κυαξάρη δʼ οὗτος ἦν τὸν Μῆδον) κατέσχον εἰς τὸ στόμα τὸ Βολβίτινον, εἶτʼ ἐκβάντες ἐτείχισαν τὸ λεχθὲν κτίσμα· χρόνῳ δʼ ἀναπλεύσαντες εἰς τὸν Σαϊτικὸν νομὸν καταναυμαχήσαντες Ἰνάρων πόλιν ἔκτισαν Ναύκρατιν οὐ πολὺ τῆς Σχεδίας ὕπερθεν. μετὰ δὲ τὸ τῶν Μιλησίων τεῖχος ἐπὶ τὸ Σεβεννυτικὸν προϊόντι στόμα λίμναι εἰσίν, ὧν ἡ ἑτέρα Βουτικὴ καλεῖται ἀπὸ Βούτου πόλεως, καὶ ἡ Σεβεννυτικὴ δὲ πόλις καὶ ἡ Σάις, μητρόπολις τῆς κάτω χώρας, ἐν ᾗ τιμῶσι τὴν Ἀθηνᾶν· ἐν δὲ τῷ ἱερῷ αὐτῆς ἡ θήκη κεῖται τοῦ Ψαμμιτίχου· περὶ δὲ τὴν Βοῦτον καὶ Ἑρμοῦ πόλις ἐν νήσῳ κειμένη· ἐν δὲ τῇ Βούτῳ Λητοῦς ἐστι μαντεῖον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme