Book 17
1.34
̔̀εν δέ τι τῶν ὁραθέντων ὑφʼ ἡμῶν ἐν ταῖς πυραμίσι παραδόξων οὐκ ἄξιον παραλιπεῖν. ἐκ γὰρ τῆς λατύπης σωροί τινες πρὸ τῶν πυραμίδων κεῖνται· ἐν τούτοις δʼ εὑρίσκεται ψήγματα καὶ τύπῳ καὶ μεγέθει φακοειδῆ· ἐνίοις δὲ καὶ ὡς ἂν πτίσμα οἷον ἡμιλεπίστων ὑποτρέχει· φασὶ δʼ ἀπολιθωθῆναι λείψανα τῆς τῶν ἐργαζομένων τροφῆς· οὐκ ἀπέοικε δέ· καὶ γὰρ οἴκοι παρʼ ἡμῖν λόφος ἐστὶν ἐν πεδίῳ παραμήκης, οὗτος δʼ ἐστὶ μεστὸς ψήφων φακοειδῶν λίθου πωρείας· καὶ αἱ θαλάττιαι δὲ καὶ αἱ ποτάμιαι ψῆφοι σχεδόν τι τὴν αὐτὴν ἀπορίαν ὑπογράφουσιν· ἀλλʼ αὗται μὲν ἐν τῇ κινήσει τῇ διὰ τοῦ ῥεύματος εὑρεσιλογίαν τινὰ ἔχουσιν, ἐκεῖ δʼ ἀπορωτέρα ἡ σκέψις. εἴρηται δʼ ἐν ἄλλοις καὶ διότι περὶ τὸ μέταλλον τῶν λίθων, ἐξ ὧν αἱ πυραμίδες γεγόνασιν, ἐν ὄψει ταῖς πυραμίσιν ὂν πέραν ἐν τῇ Ἀραβίᾳ, Τρωικόν τι καλεῖται πετρῶδες ἱκανῶς ὄρος καὶ σπήλαια ὑπʼ αὐτῷ καὶ κώμη πλησίον καὶ τούτοις καὶ τῷ ποταμῷ, Τροία καλουμένη, κατοικία παλαιὰ τῶν Μενελάῳ συγκατακολουθησάντων αἰχμαλώτων Τρώων, καταμεινάντων δʼ αὐτόθι.