Book 17
1.45
Ἐντεῦθέν ἐστιν ἰσθμὸς εἰς τὴν Ἐρυθρὰν κατὰ πόλιν Βερενίκην, ἀλίμενον μὲν τῇ δʼ εὐκαιρίᾳ τοῦ ἰσθμοῦ καταγωγὰς ἐπιτηδείους ἔχουσαν. λέγεται δʼ ὁ Φιλάδελφος πρῶτος στρατοπέδῳ τεμεῖν τὴν ὁδὸν ταύτην ἄνυδρον οὖσαν, καὶ κατασκευάσαι σταθμούςpost σταθμούς· ὥσπερ τοῖς ἐμπορίοις ὁδεύμασι καὶ διὰ τῶν καμήλων, τοῦτο δὲ πρᾶξαι διὰ τὸ τὴν Ἐρυθρὰν δύσπλουν εἶναι καὶ μάλιστα τοῖς ἐκ τοῦ μυχοῦ πλοϊζομένοις. ἐφάνη δὴ τῇ πείρᾳ πολὺ τὸ χρήσιμον, καὶ νῦν ὁ Ἰνδικὸς φόρτος ἅπας καὶ ὁ Ἀράβιος καὶ τοῦ Αἰθιοπικοῦ ὁ τῷ Ἀραβίῳ κόλπῳ κατακομιζόμενος εἰς Κοπτὸν φέρεται, καὶ τοῦτʼ ἔστιν ἐμπόριον τῶν τοιούτων φορτίων. οὐκ ἄπωθεν δὲ τῆς Βερενίκης ἐστὶ Μυὸς ὅρμος, πόλις ἔχουσα τὸ ναύσταθμον τῶν πλοϊζομένων, καὶ τῆς Κοπτοῦ οὐ πολὺ ἀφέστηκεν ἡ καλουμένη Ἀπόλλωνος πόλις, ὥστε καὶ αἱ διορίζουσαι τὸν ἰσθμὸν δύο πόλεις ἑκατέρωθέν εἰσιν. ἀλλὰ νῦν ἡ Κοπτὸς καὶ ὁ Μυὸς ὅρμος εὐδοκιμεῖ, καὶ χρῶνται τοῖς τόποις τούτοις. πρότερον μὲν οὖν ἐνυκτοπόρουν πρὸς τὰ ἄστρα βλέποντες οἱ καμηλέμποροι καὶ καθάπερ οἱ πλέοντες ὥδευον κομίζοντες καὶ ὕδωρ, νυνὶ δὲ καὶ ὑδρεῖα κατεσκευάκασιν, ὀρύξαντες πολὺ βάθος, καὶ ἐκ τῶν οὐρανίων καίπερ ὄντων σπανίων ὅμως δεξαμενὰς πεποίηνται· ἡ δʼ ὁδός ἐστιν ἓξ ἢ ἑπτὰ ἡμερῶν. ἐπὶ δὲ τῷ ἰσθμῷ τούτῳ καὶ τὰ τῆς σμαράγδου μέταλλά ἐστι, τῶν Ἀράβων ὀρυττόντων βαθεῖς τινας ὑπονόμους, καὶ ἄλλων λίθων πολυτελῶν.