Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 17

3.9 μετὰ δὲ τὴν τῶν Μαυρουσίων γῆν ἡ τῶν Μασαισυλίων ἐστίν, ἀπὸ τοῦ Μολοχὰθ ποταμοῦ τὴν ἀρχὴν λαμβάνουσα, τελευτῶσα δὲ ἐπὶ τὴν ἄκραν, ἣ καλεῖται Τρητόν, ὅριον τῆς τε Μασαισύλων καὶ τῆς Μασυλιέων γῆς· στάδιοι δʼ εἰσὶν ἀπὸ τοῦ Μεταγωνίου μέχρι τοῦ Τρητοῦ ἑξακισχίλιοι· οἱ δʼ ἐλάττους φασίν. ἔχει δʼ ἡ παραλία πόλεις τε πλείους καὶ ποταμοὺς καὶ χώραν εὐφυῆ, τῶν δʼ ἐν ὀνόματι ἀρκεῖ μνησθῆναι. ἔστι δὲ πόλις Σίγα ἐν χιλίοις σταδίοις ἀπὸ τῶν λεχθέντων ὅρων, βασίλειον Σόφακος· κατέσπασται δὲ νῦν· τὴν δὲ χώραν μετὰ Σόφακα κατέσχε Μασανάσσης, εἶτα Μικίψας, εἶτα καὶ οἱ ἐκεῖνον διαδεξάμενοι, καθʼ ἡμᾶς δὲ Ἰούβας ὁ πατὴρ τοῦ νεωστὶ τελευτήσαντος Ἰούβα· κατέσπασται δὲ καὶ Ζάμα τὸ τούτου βασίλειον ὑπὸ Ῥωμαίων· μετὰ δὲ τὴν Σίγαν Θεῶν λιμὴν ἐν ἑξακοσίοις σταδίοις· εἶτʼ ἄλλοι ἄσημοι τόποι. τὰ μὲν οὖν ἐν βάθει τῆς χώρας ὀρεινὰ καὶ ἔρημα ἔσθʼ ὅτε παρέσπαρται, ἃ κατέχουσιν οἱ Γαίτουλοι μέχρι καὶ Σύρτεων· τὰ δʼ ἐκεῖ πρὸς θαλάττῃ καὶ πεδία εὐδαίμονά ἐστι καὶ πόλεις πολλαὶ καὶ ποταμοὶ καὶ λίμναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme