Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 2

1.23 οὕτω δʼ ὁλοσχερεῖ τινι τύπῳ τὴν δευτέραν ἀποδιδοὺς σφραγῖδα πολὺ ταύτης ὁλοσχερέστερον ἀποδίδωσι τὴν τρίτην σφραγῖδα κατὰ πλείους αἰτίας. πρώτην μὲν τὴν λεχθεῖσαν, ὅτι οὐκ εὐκρινῶς ἀφώρισται ἡ ἀπὸ Κασπίων πυλῶν ἐπὶ Καρμανίαν, ἥτις κοινή ἐστι τῇ τρίτῃ πρὸς τὴν δευτέραν σφραγῖδα πλευρά· ἔπειθʼ ὅτι εἰς τὴν νότιον πλευρὰν ὁ Περσικὸς ἐμπίπτει κόλπος, ὅπερ καὶ αὐτός φησιν, ὥστʼ ἠνάγκασται τὴν ἐκ Βαβυλῶνος λαβεῖν γραμμὴν ὡς ἂν εὐθεῖάν τινα διὰ Σούσων καὶ Περσεπόλεως μέχρι τῶν ὅρων τῆς Καρμανίας καὶ τῆς Περσίδος, ᾗ δυνατὸς ἦν εὑρεῖν μεμετρημένην ὁδόν, σταδίων οὖσαν τὴν ὅλην μικρῷ πλειόνων ἢ ἐνακισχιλίων· ἣν νότιον μὲν καλεῖ πλευράν, παράλληλον δʼ οὐ λέγει τῇ βορείῳ. δῆλον δʼ ὅτι οὐδʼ ὁ Εὐφράτης, ᾧ τὸ ἑσπέριον ἀφορίζει πλευρόν, σύνεγγύς ἐστιν εὐθείᾳ γραμμῇ, ἀλλʼ ἀπὸ τῶν ὀρῶν ἐπὶ τὴν μεσημβρίαν ῥυεὶς εἶτʼ ἐπιστρέφει πρὸς ἕω καὶ πάλιν πρὸς νότον μέχρι τῆς εἰς θάλατταν ἐκβολῆς. δηλοῖ δὲ τὸ μὴ εὐθύπορον τοῦ ποταμοῦ, φράζων τὸ σχῆμα τῆς Μεσοποταμίας, ὃ ποιοῦσι συμπίπτοντες εἰς ἓν ὅ τε Τίγρις καὶ ὁ Εὐφράτης, ὑπηρεσίῳ παραπλήσιον, ὥς φησι. καὶ μὴνpost μήν· τὸ ἀπὸ Θαψάκου μέχρι τῆς Ἀρμενίας οὐδὲ πᾶν μεμετρημένον ἔχει τὸ ἑσπέριον πλευρὸν τὸ ἀφοριζόμενον ὑπὸ τοῦ Εὐφράτου, ἀλλὰ φησὶ τὸ πρὸς τῇ Ἀρμενίᾳ μέρος καὶ τοῖς ἀρκτικοῖς ὄρεσι μὴ ἔχειν εἰπεῖν πόσον ἐστὶ διὰ τὸ ἀμέτρητον εἶναι. διὰ δὴ ταῦτα πάντα τυπωδῶς φησιν ἀποδιδόναι τὴν τρίτην μερίδα· καὶ γὰρ καὶ τὰ διαστήματά φησιν ἐκ πολλῶν συναγαγεῖν τῶν τοὺς σταθμοὺς πραγματευσαμένων, ὧν τινὰς καὶ ἀνεπιγράφους καλεῖ. ἀγνωμονεῖν δὴ δόξειεν ἂν ὁ Ἵππαρχος πρὸς τὴν τοιαύτην ὁλοσχέρειαν γεωμετρικῶς ἀντιλέγων, ἐν ᾗ χάριν εἰδέναι δεῖ τοῖς καὶ ὁπωσοῦν ἀπαγγείλασιν ἡμῖν τὴν τῶν τόπων φύσιν. ὅταν δὲ δὴ μηδʼ ἐξ ὧν ἐκεῖνος λέγει λαμβάνῃ τὰς γεωμετρικὰς ὑποθέσεις ἀλλʼ ἑαυτῷ πλάσας, ἐκφανέστερον ἂν τὸ φιλότιμον καταμηνύοιτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme