Book 2
1.28
Ἐροῦμεν δʼ ὅτι, εἰ μὲν ἐπὶ τῆς αὐτῆς μεσημβρινῆς εὐθείας ἐπʼ ἀκριβὲς ἐλαμβάνοντο αἵ τε Κάσπιοι πύλαι καὶ οἱ ὅροι τῶν Καρμανίων καὶ Περσῶν, πρὸς ὀρθάς τε ἤγοντο ἀπὸ τῆς λεχθείσης μεσημβρινῆς εὐθείας ἥ τε ἐπὶ Θάψακον καὶ ἡ ἐπὶ Βαβυλῶνα, συνέβαινεν ἂν τοῦτο. ἡ γὰρ προσεκβαλλομένη τῇ διὰ Βαβυλῶνος μέχρι τῆς διὰ Θαψάκου εὐθείας μεσημβρινῆς ἴση ἂν ἦν πρὸς αἴσθησιν ἢ πάρισός γε τῇ ἀπὸ Κασπίων πυλῶν εἰς Θάψακον, ὥστε τῇ ὑπεροχῇ ἐγίνετʼ ἂν ἀνατολικωτέρα ἡ Βαβυλὼν τῆς Θαψάκου, ᾗ ὑπερέχει ἡ ἐκ Κασπίων πυλῶν εἰς Θάψακον τῆς ἐκ τῶν Καρμανίων ὅρων εἰς Βαβυλῶνα. ἀλλʼ οὔτε τὴν διορίζουσαν γραμμὴν ἑσπέριον πλευρὸν τῆς Ἀριανῆς ἐπὶ μεσημβρινοῦ κειμένην εἴρηκεν Ἐρατοσθένης, οὔτε τὴν ἀπὸ Κασπίων πυλῶν ἐπὶ Θάψακον πρὸς ὀρθὰς τῇ διὰ τῶν Κασπίων πυλῶν μεσημβρινῇ, ἀλλὰ μᾶλλον τὴν τῷ ὄρει γραφομένην, πρὸς ἣν ἡ ἐπὶ Θάψακον γωνίαν ποιεῖ ἀπὸ τοῦ αὐτοῦ σημείου κατηγμένη ἀφʼ οὗ καὶ ἡ τοῦ ὄρους γραμμή· οὔθʼ ἡ ἐπὶ Βαβυλῶνα ἠγμένη ἀπὸ τῆς Καρμανίας παράλληλος εἴρηται τῇ ἐπὶ Θάψακον ἠγμένῃ· οὐδʼ εἰ παράλληλος ἦν, μὴ πρὸς ὀρθὰς δὲ τῇ διὰ Κασπίων πυλῶν μεσημβρινῇ, οὐδὲν ἂν ἐγίνετο πλέον πρὸς τὸν συλλογισμόν.