Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 3

3.4 ̔η δʼ οὖν χώρα περὶ ἧς λέγομεν εὐδαίμων τέ ἐστι καὶ διαρρεῖται ποταμοῖς μεγάλοις τε καὶ μικροῖς, ἅπασιν ἐκ τῶν ἑωθινῶν μερῶν, παραλλήλοις τῷ Τάγῳ· ἔχουσι δὲ καὶ ἀνάπλους οἱ πλείους καὶ ψῆγμα τοῦ χρυσοῦ πλεῖστον. γνωριμώτατοι δὲ τῶν ποταμῶν ἐφεξῆς τῷ Τάγῳ Μούνδας ἀνάπλους ἔχων μικροὺς καὶ Ὀυακούα ὡσαύτως· μετὰ δὲ τούτους Δούριος μακρόθεν τε ῥέων παρὰ Νομαντίαν καὶ πολλὰς ἄλλας τῶν Κελτιβήρων καὶ Ὀυακκαίων κατοικίας, μεγάλοις τʼ ἀναπλεόμενος σκάφεσιν ἐπὶ ὀκτακοσίους σχεδόν τι σταδίους. εἶτʼ ἄλλοι ποταμοὶ καὶ μετὰ τούτους ὁ τῆς Λήθης, ὃν τινὲς Λιμαίαν οἱ δὲ Βελιῶνα καλοῦσι· καὶ οὗτος δʼ ἐκ Κελτιβήρων καὶ Ὀυακκαίων ῥεῖ καὶ ὁ μετʼ αὐτὸν Βαῖνις (οἱ δὲ Μίνιον φασὶ) πολὺ μέγιστος τῶν ἐν Λυσιτανίᾳ ποταμῶν ἐπὶ ὀκτακοσίους καὶ αὐτὸς ἀναπλεόμενος σταδίους. Ποσειδώνιος δὲ ἐκ Καντάβρων αὐτὸν ῥεῖν φησί· πρόκειται δὲ τῆς ἐκβολῆς αὐτοῦ νῆσος καὶ χηλαὶ δύο ὅρμους ἔχουσαι. ἐπαινεῖν δʼ ἄξιον τὴν φύσιν, ὅτι τὰς ὄχθας ὑψηλὰς ἔχουσιν οἱ ποταμοὶ καὶ ἱκανὰς δέχεσθαι τοῖς ῥείθροις τὴν θάλατταν πλημμυροῦσαν, ὥστε μὴ ὑπερχεῖσθαι μηδʼ ἐπιπολάζειν ἐν τοῖς πεδίοις. τῆς μὲν οὖν Βρούτου στρατείας ὅρος οὗτος, περαιτέρω δʼ εἰσὶν ἄλλοι πλείους ποταμοὶ παράλληλοι τοῖς λεχθεῖσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme