Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 4

6.10 καὶ οἱ Ἰάποδες δὲ ἤδη τοῦτο ἐπίμικτον Ἰλλυριοῖς καὶ Κελτοῖς ἔθνος περὶ τούτους οἰκοῦσι τοὺς τόπους, καὶ ἡ Ὄκρα πλησίον τούτων ἐστίν. οἱ μὲν οὖν Ἰάποδες πρότερον εὐανδροῦντες καὶ τοῦ ὄρους ἐφʼ ἑκάτερον τὴν οἴκησιν ἔχοντες καὶ τοῖς λῃστηρίοις ἐπικρατοῦντες, ἐκπεπόνηνται τελέως ὑπὸ τοῦ Σεβαστοῦ Καίσαρος καταπολεμηθέντες. πόλεις δʼ αὐτῶν Μέτουλον Ἀρουπῖνοι Μονήτιον Ὀυένδων. μεθʼ οὓς ἡ Σεγεστικὴ πόλις ἐν πεδίῳ, παρʼ ἣν ὁ Σάος παραρρεῖ ποταμὸς ἐκδιδοὺς εἰς τὸν Ἴστρον. κεῖται δὲ ἡ πόλις εὐφυῶς πρὸς τὸν κατὰ τῶν Δακῶν πόλεμον· ἡ δʼ Ὄκρα τὸ ταπεινότατον μέρος τῶν Ἄλπεών ἐστι καθʼ ὃ συνάπτουσι τοῖς Κάρνοις, καὶ διʼ οὗ τὰ ἐκ τῆς Ἀκυληίας φορτία κομίζουσιν ἁρμαμάξαις εἰς τὸν καλούμενον Ναύπορτον, σταδίων ὁδὸν οὐ πολὺ πλειόνων ἢ τετρακοσίων· ἐκεῖθεν δὲ τοῖς ποταμοῖς κατάγεται μέχρι τοῦ Ἴστρου καὶ τῶν ταύτῃ χωρίων. παραρρεῖ γὰρ δὴ τὸν Ναύπορτον Κορκόρας ποταμὸς ἐκ τῆς Ἰλλυρίδος φερόμενος πλωτός, ἐκβάλλει δʼ εἰς τὸν Σάον, ὥστʼ εὐμαρῶς εἰς τὴν Σεγεστικὴν κατάγεται καὶ τοὺς Παννονίους καὶ Ταυρίσκους. συμβάλλει δʼ εἰς τὸν Σάον κατὰ τὴν πόλιν καὶ ὁ Κόλαπις· ἀμφότεροι δʼ εἰσὶ πλωτοί, ῥέουσι δʼ ἀπὸ τῶν Ἄλπεων. ἔχουσι δʼ αἱ Ἄλπεις καὶ ἵππους ἀγρίους καὶ βόας. φησὶ δὲ Πολύβιος καὶ ἰδιόμορφόν τι γεννᾶσθαι ζῷον ἐν αὐταῖς ἐλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος καὶ τριχώματος, ταῦτα δʼ ἐοικέναι κάπρῳ, ὑπὸ δὲ τῷ γενείῳ πυρῆνα ἴσχειν ὅσον σπιθαμιαῖον ἀκρόκομον, πωλικῆς κέρκου τὸ πάχος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme