Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 5

2.8 Ἀπὸ πάσης δὲ τῆς μεταξὺ Ποπλωνίου καὶ Πίσης ἱκανῶς αἱ νῆσοι κατοπτεύονται· ἐπιμήκεις δʼ εἰσὶ καὶ παράλληλοι σχεδὸν αἱ τρεῖς ἐπὶ νότον καὶ Λιβύην τετραμμέναι· πολὺ μέντοι τῷ μεγέθει λείπεται τῶν ἄλλων ἡ Αἰθαλία. ἀπό τε τῆς Λιβύης τὸ ἐγγυτάτω δίαρμά φησιν ὁ χωρογράφος εἰς τὴν Σαρδὼ μίλια τριακόσια. μετὰ δὲ τὸ Ποπλώνιον Κόσαι πόλις μικρὸν ὑπὲρ τῆς θαλάττης· ἔστι δʼ ἐν κόλπῳ βουνὸς ὑψηλός, ἐφʼ οὗ τὸ κτίσμα· ὑπόκειται δʼ Ἡρακλέους λιμὴν καὶ πλησίον λιμνοθάλαττα καὶ παρὰ τὴν ἄκραν τὴν ὑπὲρ τοῦ κόλπου θυννοσκοπεῖον. ἀκολουθεῖ γὰρ ὁ θύννος οὐ τῇ βαλάνῳ μόνον, ἀλλὰ καὶ τῇ πορφύρᾳ παρὰ γῆν, ἀρξάμενος ἀπὸ τῆς ἔξω θαλάττης μέχρι καὶ Σικελίας. ἀπὸ δὲ τῶν Κοσῶν εἰς Ὤστια παραπλέουσι πολίχνιά ἐστι Γραουίσκοι καὶ Πύργοι καὶ Ἄλσιον καὶ Φρεγῆνα. εἰς μὲν δὴ Γραουίσκους στάδιοι τριακόσιοι, ἐν δὲ τῷ μεταξὺ τόπος ἐστὶ καλούμενος Ῥηγισουίλλα· ἱστόρηται δὲ γενέσθαι τοῦτο βασίλειον Μάλεω τοῦ Πελασγοῦ, ὅν φασι δυναστεύσαντα ἐν τοῖς τόποις μετὰ τῶν συνοίκων Πελασγῶν ἀπελθεῖν ἐνθένδε εἰς Ἀθήνας· τούτου δʼ εἰσὶ τοῦ φύλου καὶ οἱ τὴν Ἄγυλλαν κατεσχηκότες. ἀπὸ δὲ Γραουίσκων εἰς Πύργους μικρὸν ἐλάττους τῶν ἑκατὸν ὀγδοήκοντα, ἔστι δʼ ἐπίνειον τῶν Καιρετανῶν ἀπὸ τριάκοντα σταδίων. ἔχει δὲ Εἰληθυίας ἱερόν, Πελασγῶν ἵδρυμα, πλούσιόν ποτε γενόμενον· ἐσύλησε δʼ αὐτὸ Διονύσιος ὁ τῶν Σικελιωτῶν τύραννος κατὰ τὸν πλοῦν τὸν ἐπὶ Κύρνον. ἀπὸ δὲ τῶν Πύργων εἰς Ὤστια διακόσιοι ἑξήκοντα· ἐν δὲ τῷ μεταξὺ τὸ Ἄλσιον καὶ ἡ Φρεγῆνα. περὶ μὲν τῆς παραλίας τῆς Τυρρηνικῆς ταῦτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme