Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 5

3.13 πλησίον δʼ ἐστὶ τῶν χωρίων τούτων καὶ Ἀλβανὸν ὄρος πολὺ ὑπερκῦπτον τοῦ Ἀρτεμισίου καὶ τῶν περὶ αὐτὸ ὀφρύων, καίπερ ὑψηλῶν οὐσῶν καὶ ὀρθίων ἱκανῶς. ἔχει δὲ καὶ τοῦτο λίμνην πολὺ μείζω τῆς κατὰ τὸ Ἀρτεμίσιονpost Ἀρτεμίσιον· ὄρος. προσωτέρω δὲ τούτων αἱ λεχθεῖσαι πρότερον πόλεις τῆς Λατίνης εἰσί. μάλιστα δʼ ἐν μεσογαίᾳ τῶν Λατίνων πόλεων ἐστὶν ἡ Ἄλβα ὁμοροῦσα Μαρσοῖς· ἵδρυται δʼ ἐφʼ ὑψηλοῦ πάγου λίμνης Φουκίνας πλησίον, πελαγίας τὸ μέγεθος· χρῶνται δʼ αὐτῇ μάλιστα μὲν Μαρσοὶ καὶ πάντες οἱ πλησιόχωροι. φασὶ δʼ αὐτὴν καὶ πληροῦσθαί ποτε μέχρι τῆς ὀρεινῆς καὶ ταπεινοῦσθαι πάλιν ὥστʼ ἀναψύχειν τοὺς λιμνωθέντας τόπους καὶ γεωργεῖσθαι παρέχειν, εἴτε μεταστάσεις τῶν κατὰ βάθους ὑγρῶν σποράδην καὶ ἀδήλως γίνονται πάλιν δʼ ἐπισυρρέουσιν, ἢ τελέως ἐκλείπουσιν αἱ πηγαὶ καὶ πάλιν συνθλίβονται, καθάπερ ἐπὶ τοῦ Ἀμενάνου συμβαίνειν φασὶ τοῦ διὰ Κατάνης ῥέοντος· ἐκλείπει γὰρ ἐπὶ πολλὰ ἔτη καὶ πάλιν ῥεῖ. ἐκ δὲ τῆς Φουκίνας εἶναι τὰς πηγὰς ἱστοροῦσι τοῦ Μαρκίου ὕδατος τοῦ τὴν Ῥώμην ποτίζοντος καὶ παρὰ τἆλλα εὐδοκιμοῦντος ὕδατα. τῇ δὲ Ἄλβᾳ διὰ τὸ ἐν βάθει τῆς χώρας ἱδρῦσθαι καὶ διὰ τὸ εὐερκὲς ἀντὶ φρουρᾶς ἐχρήσαντο πολλάκις Ῥωμαῖοι, τοὺς φυλακῆς δεομένους ἐνταῦθα καθείργοντες.
4.1 Ἐπεὶ δʼ ἀπὸ τῶν προσαλπείων ἐθνῶν ἀρξάμενοι καὶ τῶν πρὸς αὐτοῖς ὀρῶν τῶν Ἀπεννίνων, ἔπειθʼ ὑπερβάντες ταῦτα τὴν ἐντὸς ἐπήλθομεν πᾶσαν, ὅση μεταξὺ κεῖται τοῦ Τυρρηνικοῦ πελάγους καὶ τῶν Ἀπεννίνων ὀρῶν τῶν κεκλιμένων πρὸς τὸν Ἀδρίαν μέχρι Σαυνιτῶν καὶ Καμπανῶν, νῦν ἐπανιόντες δηλώσομεν τὰ ἐν τοῖς ὄρεσι τούτοις οἰκοῦντα καὶ ταῖς ὑπωρείαις τῆς τε ἐκτὸς μέχρι τῆς παραλίας τῆς Ἀδριατικῆς καὶ τῆς ἐντός. ἀρκτέον δὲ πάλιν ἀπὸ τῶν Κελτικῶν ὅρων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme